θανάτου παρ εισδῦσα μνήμη ταράττει τὸν Ἰησοῦν· ἡ δὲ τῆς θεό τητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος, καὶ μεταμορφοῖ πρὸς εὐτολμίαν. Κεκίνηται γὰρ καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, διὰ δύο τρόπους· ἔδει γὰρ καὶ διὰ τούτων αὐτὸν, οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσι κῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα, φαίνεσθαι πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης τῆς ἁμαρτίας. Φόβος δὲ καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα. Ἔτι ἐκινεῖτο ἐν Χριστῷ τὰ ἀνθρώπι να, οὐχ ἵνα κινηθέντα κρατύνηται, ἀλλ' ἵνα τῇ δυνά μει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ· ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως, καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρό πον. Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντη 72.924 τε καὶ πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ' οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος· ᾔδει γὰρ τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαι νιεῖ, καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται. Εἰ γὰρ μὴ ἐποιήσατο θελητὸν, καίτοι λίαν ἀβούλητον ὂν τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν τοῦ προσεύχεσθαι ἡ πρόφασις, καὶ λέγειν· "Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο;" Γέγονε μέντοι ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ αὐτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν αὐτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν λόγον τὸν θάνατον, καὶ λέγων· "Παρένεγκε τὸ ποτήριον," ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο, φορου μένη παρὰ τοῦ Θεοῦ Λόγου, μηκέτι τοῦτο πάσχειν· ἔλεγε δὲ πρὸς τὸν Πατέρα· "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ." Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθ' ὃ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος τὴν οἰκο νομίαν διεξάγειν ἠπείγετο· τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. ∆ιδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει· "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ." ∆ιὰ τοῦτο γὰρ φαίνεται καὶ προσθεὶς ἐν τῷ Ματθαίῳ· "Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής." Ἀτονοῦσα μὲν γὰρ ἡ ἀνθρώπου φύσις, καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς αὐτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου εἰς εὐτολμίαν θεοπρεπῆ. 9Ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα.9 (A f. 292 b, B f. 203) ∆ιὰ τί δέ φησιν, "Ὁ λεγό μενος Ἰούδας;" Μὴ γὰρ οὐκ ᾔδει τὸν ἄνδρα τοῖς ἐξειλεγμένοις ἐναριθμούμενον; Ἀλλ' ὡς ἤδη μεμιση κὼς αὐτοῦ καὶ τὸ ὄνομα, φησὶν," Ὁ λεγόμενος Ἰούδας." Προσεπάγει δὲ τούτῳ τὸ, "Εἷς τῶν δώδεκα," πρὸς ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ προδότου φαυλό τητος. Ὁ γὰρ ἐν ἴσῳ τοῖς ἀποστόλοις τετιμημένος, τοῖς φονῶσι κατὰ Χριστοῦ γέγονε πρόφασις· δέδωκε γὰρ αὐτοῖς σημεῖον· "Ὃν ἂν φιλήσω, αὐτός ἐστιν." Ἐπελάθετο παντελῶς τῆς δόξης τοῦ Χριστοῦ· ᾠήθη τάχα που δύνασθαι λαθεῖν· φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. Οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ· δόλου καὶ ἀπάτης ὄργανον τὴν ἐξαί ρετον ἀγάπην ἀποφῆναι προσδοκῶν. Ταύτῃτοι καὶ μάλα εἰκότως φορτικώτερον αὐτῷ τὸ κρῖμα ἐποίει, ὅτι οὐδὲ τὸ σχῆμα καὶ σύμβολον ᾐσχύνθη τῆς προ δοσίας τὸ φίλημα. Ἐπάγει γοῦν ὁ εὐαγγελιστής· "Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;" Εἰδέναι γὰρ ἀναγ καῖον καὶ τὰ τῷ Ἰωάννῃ περὶ τούτου εἰρημένα· ἔφη γοῦν, ὅτι οἱ μὲν τῶν Ἰουδαίων ὑπηρέται προῄεσαν συλληψόμενοι τὸν Ἰησοῦν· ὁ δὲ ὑπήντα αὐτοῖς, λέ 72.925 γων· "Τίνα ζητεῖτε;" Λεγόντων δὲ τῶν ὑπηρετῶν, "Ἰησοῦν τὸν Ναζωραῖον," αὐτὸς ἑαυτὸν ταῖς τῶν φονώντων χερσὶ προσεκόμιζε, λέγων· "Ἐγώ εἰμι." Οἱ δὲ ἀπῆλθον, φησὶν, εἰς τὰ