φασὶ, σεσιγήκασι δὲ τῆς διδα σκαλίας τὸν τρόπον, δεδιότες μὴ ἄρα πως καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιος. Πλὴν ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων· "Οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ," καὶ τὰ ἑξῆς. 9Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.9 (E f.156) Τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου, ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν. Ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες· "Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν." Ἰδοὺ δὴ σαφῶς τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καθά φησιν ὁ μακάριος Πέτρος, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὑτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσωνται κοινωνοί· ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. Ἐπεφώνησαν γὰρ, φησὶ, λέγοντες· "Αἶρε, αἶρε, σταύρωσον αὐτόν." Ταύτην τὴν ἀνοσίαν καταβοὴν αἰτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· "Ἐγ-κατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα."(E f.156 b) Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ὀσηέ [Cod. Ἡσαΐας]· "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ! ∆είλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." Καὶ πάλιν· "Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν." 9Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.9 (A f. 298, B f. 209 b, E f.156 b). Ἐπέκρινε τοί νυν, φησὶν, ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα. Ἤνεγκε μὲν τὸν σταυρὸν ὁ Σωτὴρ ἐκ τοῦ πραιτωρίου, ὅτι καὶ Ἀβραὰμ ἀνιὼν ἐπὶ τὸ παραδειχθὲν αὐτῷ ὄρος, ἵνα θύσῃ τὸν Ἰσαὰκ, Θεοῦ γενέσθαι τὸ χρῆμα προστάτ τοντος, ἐπετίθει τῷ παιδίῳ τὰ ξύλα· καὶ ἦν εἰς τύπον Χριστοῦ, τὸν ἑαυτοῦ σταυρὸν εἰς ὤμους ἔχοντος. (B f. 209 b) Καὶ ἄγεται μὲν ὁ Σωτὴρ ἐπὶ τὸ πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθεσαν τὸν σταυρὸν αὐτοῦ. Ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. Ἀληθὲς δὲ πάντως καὶ τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ σταυρὸν ὁ 72.936 Σωτὴρ, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν, καὶ μετέθηκαν ἐπ' αὐτῷ τὸ ξύλον. Ἀναγκαίως δέ πως ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν Σωτῆρα ἐπικομίσασθαι τὸν σταυρόν. Εἴρη ται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου· "Τὸ παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ." Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυ ρὸς, δι' οὗ βεβασίλευκε τῆς ὑπ' οὐρανόν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι "Γέγονεν ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπ ουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν." 9Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λάου καὶ γυναικῶν.9 (A f. 298, δ φ. 79). Ἐβάδιζε μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τὸν τοῦ σταυροῦ τόπον· εἵποντο δὲ κλαίουσαι αἱ γυναῖκες, σὺν ἑτέροις πολλοῖς. Φιλόδακρυ γάρ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυ πτον ἔχον. Ἀλλ', ὦ θυγατέρες, φησὶν, Ἱερουσαλὴμ, τὸ μὲν ἐπ' ἐμοὶ δάκρυον στήσατε· κλαύσατε δὲ μᾶλλον ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ἔρχονται γὰρ ἡμέραι, φησὶν, ἐν αἷς ἔσται γυναιξὶν ἀμείνων ἡ ἀπαιδία· ἐπισκήψαντος γὰρ τοῦ πολέμου τῇ Ἰουδαίων χώρᾳ, ἅπαντες ἄρδην ὀλώλασι μικροὶ καὶ μεγάλοι. Τότε, φησὶ, τὸ ὑπὸ βουνοῖς καὶ ὄρεσι γενέσθαι, τοῦ παντὸς ἄξιον· "Εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ, φησὶ, ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;" Καὶ πέ πλασται μὲν ὡς ἐν τάξει παραβολῆς ὁ λόγος, ἤγουν παραδείγματος, ὠδίνει δὲ νοητοῦ πράγματος δύναμιν· βούλεται γὰρ δηλοῦν ἐκεῖνο, οἶμαί που. Ὑγρὸν