οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ Θεὸν, ἀλλ' αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνθρω πον γενέσθαι διαβεβαιούμενοι, μετὰ τοῦ μεῖναι Θεόν. Ἐπειδὴ λεγέτωσαν οἱ δι' ἐναντίας· Εἰ δύο φασὶν υἱοὺς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος ∆αβὶδ, ἕτε ρον δ' αὖ ἀνὰ μέρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἆρ' οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τοῦ ἐκ σπέρματος ∆αβίδ; Εἶτα τί δράσομεν τὰ δύο ὁρῶντες πτηνὰ, οὐχ ἑτεροφυῆ ὄντα ἀλλήλων, ὁμοειδῆ δὲ μᾶλλον, καὶ κατ' οὐδὲν ἀλλήλων διαφέροντα, κατά γε τοῦ εἶναι τοῦθ' ὅπερ ἐστίν· Οὐκοῦν συγχωρείτω σαν διὰ τὸ τῶν πτηνῶν ὁμοειδὲς, μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον· ἀλλ' οὐκ αὔξον ται· πολὺ γὰρ τὸ μεταξὺ θεότητος καὶ ἀνθρωπότητος· πλὴν χρὴ τὰ παραδείγματα κατὰ τὸν αὐτοῖς πρέ ποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ τῶν ἀληθῶν, καὶ μερικὴν ἔσθ' ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. Φαμὲν δὲ, ὡς σκιὰ καὶ τύπος ὁ νόμος ἦν, καὶ οἶόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι τὰ πράγματα. Αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίνακι τέχνης, τὰ πρῶτα τῶν χρωμάτων εἰσίν· αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ, τότε τῆς γραφῆς ἀπαστράψει τὸ κάλλος. Ἐπειδὴ οὖν ἔδει τὸν διὰ Μωϋσέως νόμον καταγράψαι σαφῶς τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἐνὶ τῶν ὀρνιθίων ἀπο θνήσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδείκνυσιν αὐτὸν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ εἶναι τὸ δρώμενον· ἀλλ' ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν· κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρῳ ζῶντά τε καὶ ἀφει μένον. Ἀποφῆναι δὲ τὸν ἐπὶ τῷδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος, δι' ἑτέρας ἱστορίας πειράσομαι. Εἰ γάρ τις τῶν καθ' ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμέ νην ὡς ἐν πίνακι τὴν ἐπὶ τῷ Ἀβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξε ζωγράφος; Ἆρ' ἐν ἑνὶ πάντα δρῶντα; ἢ ἀνὰ μέρος καὶ ἑτεροίως, ἤγουν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; Οἷον, φημὶ, ποτὲ μὲν ἐφιζή σαντα τῇ ὄνῳ συμπαραληφθέντος τοῦ παιδὸς καὶ ἑπομένων τῶν οἰκετῶν· ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὄνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαὰκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ· καὶ μὴν καὶ ἑτέρωθι, τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρῳ, συμποδίσαντα μὲν τὸ μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῇ μαχαίρᾳ τὴν δεξιὰν, ἵν' ἐπαγάγοι τὴν σφαγήν. Ἀλλ' ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἀβραὰμ, πλεισταχοῦ τῆς γραφῆς ὁρωμένης ἑτέρως, ἀλλ' ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ γράφοντος τέχνης· οὐ γὰρ ἦν ἐνδεχόμενον ἐν ἐνὶ 72.564 κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ τοιγαροῦν καὶ τύπος ἦν ὁ νόμος, πραγμάτων ὠδινόν των ἀλήθειαν· ὥστε κἂν δυὰς ὀρνέων ἦν, ἀλλ' εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον, καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπό τητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν· αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῷ· τό γε μὴν τὸ ἓν τῶν ὀρνιθίων σφά ζεσθαι, ἐν δὲ τῷ τοῦ σφαγέντος αἵματι τὸ ἕτερον βαπτίζεσθαι μὲν, ἀποπέμπεσθαι δὲ τῆς σφαγῆς, ἀν τίτυπον δ' ἂν εἴη τῶν ἀληθινῶν· ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἡμεῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτίσμεθα, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ. Αὐτὸς δὲ ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι, κ.τ.λ. (A f. 87, H f. 269) Περὶ αὐτὸν μὲν ἦν τῶν βασκά νων τὸ θέατρον· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρι σαῖοι, καὶ τῶν παραδόξως ἐπιτελουμένων ἐγίνοντο θεωροὶ, καὶ κατηκροῶντο διδάσκοντος· καὶ ἦν, φησὶ, δύναμις Θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν· [ιτα Cod. αὐτόν] ἆρα ὡς τοῦ Θεοῦ διδόντος αὐτῷ τὸ δύνασθαι κατορ θοῦν τὰς θεοσημείας; ἆρα τὴν παρ' ἑτέρου δύναμιν ἐδανείζετο; Καὶ τίς ὁ φάναι ταῦτα τολμῶν; Αὐτὸς γὰρ μᾶλλον ἦν ἐξ ἰδίας ἰσχύος ἐνεργῶν ὡς Θεὸς καὶ Κύριος, καὶ οὐχ ὡς θείας χάριτος μέτοχος. Ἄνθρω-ποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευ ματικῶν·