καὶ τοῦτο· δεῖ γὰρ ἡμᾶς πανταχόθεν τὸ χρήσιμον ἐρανίζεσθαι. Ἔξεστι δὴ οὖν ἐντεῦθεν ἰδεῖν, ὅτι δέχεται πολλάκις τὴν κατά τινων ἐξουσίαν ὁ Σατανᾶς, πλημμελούντων δηλονότι, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἀνθ ηρημένων τὸ ῥᾴθυμον· οὓς δ' ἂν λάβοι, τοιούτους ἐνίησιν ἀῤῥωστήμασιν ἔσθ' ὅτε σωματικοῖς, κολαστὴς ὑπάρχων καὶ ἀπηνής. ∆ίδωσι δὲ χώραν αὐτῷ πρὸς τοῦτο οἰκονομικώτατα λίαν ὁ παντεπόπτης Θεὸς, ἵνα τῷ τῆς δυσπραγίας βάρει κατηχθισμένοι, μεταφοι τᾷν ἕλοιντο πρὸς τὰ βελτίω. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, ἐν Κορίνθῳ τινὰ διαβεβλημένον ἐπὶ πορνείᾳ, παραδέδωκε τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκοῦν ἡ συγκεκυφυῖα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς· ἤτοι, κα θάπερ ἔφην, παρεωραμένη παρὰ Θεοῦ δι' οἰκεῖα πταίσματα, ἤγουν τῷ καθ' ὅλου λόγῳ καὶ γενικῷ· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, ὅτι καὶ δι' αὐτοῦ τὴν παράβασιν τὴν ἐν Ἀδὰμ ἠρτύσθαι φαμὲν, δι' ἧς εἰς ἀσθένειαν καὶ φθορὰν, τὰ τῶν ἀνθρώπων κατεκομί σθη σώματα. Πλὴν ὄντων τῶν ἀνθρώπων ἐν τούτοις, οὐ παρεῖδεν ἡμᾶς ἀγαθὸς ὢν φύσει Θεὸς, μακρᾷ δὴ καὶ ἀφύκτῳ κεκολασμένους νόσῳ τοὺς κάμνοντας, καὶ ἀπήλλαττε τῶν δεσμῶν, λυτικὴν τῶν ἀνθρωπίνων παθῶν ἀποφαίνων εὖ μάλα τὴν ἐν τῷδε τῷ κόσμῳ παρουσίαν τε καὶ ἀνάδειξιν αὐτοῦ· ἀφίκετο γὰρ ἐκ μορφώσων τὰ καθ' ἡμᾶς πρὸς τὸ ἐν ἀρχαῖς. "Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε, κατὰ τὸ γεγραμμένον, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς φάρμακον ὀλέθρου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." (A f. 190 b) Ἐπ' ἀνατροπῇ θανάτου καὶ φθορᾶς καὶ φθόνου τοῦ καθ' ἡμῶν γεγονότος παρὰ τοῦ πο νηροῦ καὶ ἀρχεκάκου δράκοντος, ἡ τοῦ Λόγου γέ γονε σάρκωσις, ἤγουν ἐνανθρώπησις· καὶ τοῦτο σα φῶς ἡμῖν, δι' αὐτῶν ἐκφαίνεται τῶν πραγμάτων. Ἠλευθέρου τοίνυν τὴν Ἀβραὰμ θυγατέρα τῆς οὕτω μακρᾶς ἀῤῥωστίας, ἐπιφωνῶν τε καὶ λέγων· "Γύ ναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου." Θεοπρεπεστάτη λίαν ἡ φωνὴ, ἐξουσίας γέμουσα τῆς ἀνωτάτω! νεύ ματι γὰρ βασιλικῷ τὴν νόσον ἐλαύνει. Προσεπιτίθησι 72.768 δὲ καὶ χεῖρας αὐτῇ· καὶ ἀνωρθώθη, φησι, παρα χρῆμα. Ἔξεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν, ὅτι τὴν τοῦ Θεοῦ δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ' αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τό τισιν ἀνοσιώτατα δοκοῦν. 9Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, κ.τ.λ.9 (A f. 190 b) Καίτοι πῶς οὐκ ἔδει μᾶλλον θαυμάσαι Χριστὸν ἀπολύσαντα τῶν δεσμῶν τὴν Ἀβραὰμ θυγατέρα; Εἶδες αὐτὴν παραδόξως τοῦ πάθους ἀπηλ λαγμένην. Οὐκ εἶδες εὐχόμενον τὸν ἰατρὸν, οὐχ ὡς αἴτημα παρ' ἑτέρου λαβόντα τῆς καμνούσης τὴν ἴασιν, ἀλλ' ἐξουσίας ἔργον ἀποτελέσαντα. Ἀρχι συνάγωγος ὢν, τὰ Μωϋσέως οἶσθά που γράμματα· εἶδες αὐτὸν εὐχόμενον πλεισταχοῦ, καὶ ἐξ ἰδίας δυ νάμεως οὐδὲν ἐνεργήσαντα παντελῶς. Καὶ γοῦν λε πρωθείσης τῆς Μαριὰμ διὰ τὸ εἰπεῖν τι μόνον κατ' αὐτοῦ ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθές· Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ· οὐ γέγονε κρείττων τοῦ κακοῦ, προσέπιπτε δὲ μᾶλλον τῷ Θεῷ, λέγων· "Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν." Καὶ ὅμως οὐδὲ ἱκετεύοντος συνεχωρήθη αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ ἕκαστος δὲ τῶν ἁγίων προφητῶν, εἴ πού τι καὶ ἐνήργηκεν ὅλως, ἐν δυνάμει Θεοῦ τοῦτο ποιήσας ὁρᾶται. Ἐνταῦθα δέ μοι βλέπε τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν οὐκ εὐχὴν ἀνατείνε σθαι, ἀλλὰ τῇ ἑαυτοῦ δυνάμει ἀνατεθεικότα τοῦ πράγματος τὴν κατόρθωσιν, φωνῇ θεραπεύοντα, καὶ χειρὸς ἁφῇ. Κύριος γὰρ ὢν καὶ Θεὸς, ἰσοδυναμοῦσαν ἑαυτῷ, πρός γε τὸ δύνασθαι, φημὶ, νοσημάτων ἐλευ θεροῦν, τὴν ἰδίαν ἀπέφηνε σάρκα. Ἔδει δὲ οὖν ἐν τεῦθεν συνεῖναι λοιπὸν τοῦ κατ' αὐτὸν μυστηρίου