σωζόμε νοι; Τί τὸ ἐντεῦθεν ὄφελος ἐκβέβηκεν ἂν τοῖς ἀκροω μένοις; Ἦν δὲ ἀναγκαῖον καὶ λυσιτελὲς τὸ εἰδέναι μᾶλλον τὸν τρόπον δι' οὗπερ ἄν τις ἴοι πρὸς σωτη ρίαν· οὐκοῦν οἰκονομικῶς πρὸς μὲν τὸ τῆς ἐρωτή σεως εἰκαῖον, ἀποσιγᾷ· μεθίστησι δὲ τοὺς λόγους ἐφ' ὅπερ ἦν ἀναγκαῖον· τοῦτο δὲ ἦν τὸ εἰδέναι δρᾷν ἐκεῖνα δι' ὧν ἦν δύνασθαι τὴν στενὴν καὶ τεθλιμμέ νην εἰσελάσαι πύλην. Τοῦτο γάρ που καὶ ἑτέρωθι διδάσκων φησίν· "Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγου σα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμε νοι δι' αὐτῆς· στενὴ δὲ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, ὀλίγοι δέ εἰσιν οἱ εὑ ρίσκοντες αὐτήν." Τοῖς γὰρ ἐθέλουσιν ἐλθεῖν, δεῖ δὴ πάντως πίστεως μὲν, καὶ πρό γε τῶν ἄλλων, ὀρθῆς· εἶτα, βίου ἀλήπτου κατά γε τὸ μέτρον τῆς ἀνθρω πίνης δικαιοσύνης. Οὕτω γάρ που καὶ ὁ προφήτης ∆α βὶδ τὰς πρὸς Θεὸν ἱκεσίας ἐποιεῖτο λέγων· "Κρῖνον με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου." Πλὴν οὐκ ἔνεστι τοῖς ἐθέλουσι βιοῦν ἁγίως, ἀκλητὶ δύνασθαι τοῦτο δρᾷν· ἀεὶ γάρ πώς ἐστι σκληρὰ καὶ ἀνάν 72.777 της, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, ἡ εἰς ἀρετὴν ἀπο φέρουσα τρίβος· εἰσελάσει δὲ ῥᾳδίως διὰ τῆς στενῆς πύλης, καὶ δραμεῖται τὴν τεθλιμμένην ὁ ἀγωνιζόμε νος καὶ τοὺς τοιούτους πόνους αἱρούμενος. Γέγραπται γοῦν, ὅτι "Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιά ζεται ἑαυτοῦ τὴν ἀπώλειαν·" ὡς γὰρ αὐτὸς πάλιν ἔφη ὁ Κύριος· "Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρα νῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν." Πλατεῖα δὲ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ πολλοὺς εἰς ὄλεθρον καταφέρουσα. Καὶ ὁποῖον ἂν νοηθείη τὸ πλάτος αὐ τῆς; Αἰσχρὰ καὶ φιλήδονος ζωὴ, τρυφαὶ, καὶ κῶμοι, καὶ μέθαι, καὶ πάντα τὰ τῆς κακίας ἐπιτηδεύματα, ἡ φιλαργυρία, καὶ τῶν προσκαίρων δοξαρίων φαντα σία κενὴ, τὸ ἀμνημονεῖν τῶν θείων ἐνταλμάτων, τὸ μὴ ἔχειν τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν. Οὐκοῦν τῶν μὲν τοιούτων ἀποφοιτᾷν ἀναγκαῖον τοὺς εἰσβάλ λειν ἐθέλοντας διὰ τῆς στενῆς πύλης, συνεῖναι δὲ καὶ συνεορτάζειν Χριστῷ· ὅτι γὰρ οἱ μὴ τοιοῦτοι ἀπόβλητοι, δι' ἐναργοῦς παραδείγματος διέδειξεν ὁ Σω τὴρ εἰπών· 9Ἀφ' οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης καὶ ἀπο κλείσῃ τὴν θύραν, κ.τ.λ.9 (A f. 197, B f. 135 b, E f.137 b) Ὡς ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συναγηγερκό τος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ' ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί φησιν· "Οὐκ οἶδα ὑμᾶς." Γνῶσιν δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, ἀλλὰ τὴν οἰκειότητα τὴν ἐν μεθέξει, τὴν ὡς ἐν χάριτι καὶ τιμῇ. Εἴπερ γὰρ ἡ γνῶσις μόνον ἡμῖν κα τασημαίνεται εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς, ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὁ καὶ πρὶν γενέσεως πάντα εἰδώς; Οὐκοῦν οὐ μόνον ἀνόητον, ἀλλὰ καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον· οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν, ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται. Οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἀρετῆς ἐραστάς· οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ' οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγα θῶν. Ἀκολούθως καὶ πρὸς Μωϋσέα εἴρηται· "Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοί·" ἀντὶ τοῦ· Ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ' ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. Οὐκοῦν καὶ περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ, λέγει· "Οὐκ οἶδα ὑμᾶς· ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀδικίας." "Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος." Τίνες δ' ἂν νοηθεῖεν οἱ λέγοντες τῷ Χριστῷ τό· Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου; Ἁρμόσειεν ἂν ὁ τοιόσδε λόγος μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, ὅτι "Ὄψεσθε τοὺς περὶ τὸν Ἀβραὰμ καὶ τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ἑαυτοὺς δὲ ἐκβαλλομένους ἔξω." Πῶς οὖν ἤσθιον καὶ ἔπινον 72.780 ἐνώπιον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν· προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι' αἵματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο· ἠκροῶντο