ρίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει·" τουτέστι, εἰ δέ τις μὴ ἔχοι, οὐχ ἥμαρτε τοῦτο μὴ δρῶν· καθ' ὃ γὰρ ἂν ἔχοι, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Τοῦτο καὶ ὁ διὰ Μωϋσέως ὑπ ετύπου νόμος· προσεκόμιζον γὰρ εἰς θυσίαν τῷ Θεῷ, τὸ κατὰ χεῖρά τε καὶ ἰσχὺν, ἕκαστος τῶν ὑπὸ τὸν νό μον· οἱ μὲν μόσχους, οἱ δὲ κριοὺς, ἢ ἀμνοὺς, ἢ τρυ γόνας, ἢ περιστερὰς, ἢ σεμίδαλιν ἐλαιοβρεχῆ. Πλὴν ὁ καὶ τοῦτο προσάγων τὸ οὕτω μικρὸν καὶ εὐπόρι στον, διὰ τὸ μόσχον μὴ ἔχειν, ἴσος ἦν ἐκείνῳ κατὰ πρόθεσιν. 9Εἶπε δὲ παραβολὴν αὐτοῖς.9 (A f. 111, B f. 67 b) Ἀναγκαιοτάτην ταύτην τῶν εἰρημένων προσέθηκε τὴν παραβολήν. Ἔμελλον ἔσε σθαι μυσταγωγοὶ καὶ διδάσκαλοι τῆς ὑπ' οὐρανὸν οἱ μακάριοι μαθηταί· ἔδει τοίνυν αὐτοὺς ἀρτίως ἔχον τας εἰς εὐσέβειαν ἀναφαίνεσθαι τῶν ἁπάντων, ἐχρῆν εἰδέναι τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, καὶ τεχνίτας εἶναι πρὸς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀκριβῆ καὶ σωτήριον καὶ ἀποξεσμένον εἰς ἀλήθειαν ἐνιέναι λόγον τοῖς πεπαιδευμένοις· ὡς ἤδη προαναβλέψαν τας, καὶ τῷ θείῳ φωτὶ καταλαμπομένην τὴν διάνοιαν ἔχοντας· ἵνα μὴ τυφλοὶ τυφλῶν εἶεν ὁδηγοί· οὐ γὰρ οἱ ἐν σκότῳ τῆς ἀγνωσίας ἐνισχημένοι, τοὺς τὰ ὅμοια νοσοῦντας, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁδηγή σειεν· εἰ γὰρ τοῦτο βουληθεῖεν, εἰς τὸν βόθρον τῶν παθῶν ἀμφότεροι ἐγκυλισθήσονται. Εἶτα τὸ φιλό κομπον πάθος τῆς ἀλαζονείας τῶν πολλῶν ἀναιρῶν, ἵνα μὴ τῶν διδασκόντων φιλονικοῖεν ὑπερβαίνειν τι μὴν, ἐπήγαγεν· "Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδά σκαλον αὐτοῦ." Κἂν εἰ γένοιτο προελθεῖν εἰς τοῦτό τινας ὥστε καὶ ἰσάμιλλον τοῖς παιδεύουσι κατακτή σασθαι τὴν ἀρετὴν, εἰς τῶν διδασκόντων στήσονται μέτρον, κἀκείνων ἔσονται μιμηταί· καὶ πιστώσει πάλιν ὁ Παῦλος, λέγων· "Μιμηταί μου γίνεσθε, κα θὼς κἀγὼ Χριστοῦ." Τοῦ τοίνυν διδασκάλου μήπω κρίνοντος, τί κρίνεις αὐτός; Οὐ γὰρ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλ' ἐλεῆσαι.(A f. 111) Κατὰ δέ γε τὴν προτέραν διάνοιαν, Εἰ ἐγὼ, φησὶν, οὐ κρίνω, μηδὲ σὺ ὁ μαθητής· εἰ δὲ καὶ μείζοσιν ἐνέχῃ ἐφ' οἷς ἕτε ρον κρίνεις, πῶς οὐκ ἂν αἰσχυνθείης εἰς αἴσθησιν ἐλθών; Τοῦτο διὰ παραβολῆς ἑτέρας ὁ Κύριος παρίστη λέγων· 9Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; (A f. 111, B f. 68, ξ φ 119) Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει συλλογισμῶν, ἀποσχέσθαι μὲν τοῦ βούλε σθαι κρίνειν ἑτέρους, τὰς ἑαυτῶν δὲ μᾶλλον καρδίας περιεργάζεσθαι καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλ λάττεσθαι ζητεῖν, αἰτοῦντας τοῦτο παρὰ Θεοῦ· αὐ τὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις, ἀφεὶς τὰ κατὰ σαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; Οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσε βεῖν, ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις. Εἰ μὲν εἶεν 72.604 ἀγαθοὶ καὶ νηφάλιοι, καθάπερ εἰκόνα ζωῆς εὐαγγε λικῆς τὰ καθ' ἑαυτοὺς ἐνστήσαντες, τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις εὐπροσώπως ἐπιτιμήσουσι, ὡς μὴ τοὺς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀναμάξαντας τρό πους· εἰ δὲ ῥᾴθυμοί τινες εἶεν, καὶ ταῖς εἰς τὸ φαῦ λον ἡδοναῖς εὐάλωτοι, πῶς ἂν ἑτέροις τὰ ἴσα νοσοῦ σιν ἐπιτιμήσειαν; ∆ιὰ τοῦτο σοφῶς οἱ μακάριοι μα θηταὶ γεγράφασί τε καὶ λέγουσι· "Μὴ πολλοὶ διδά σκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὡς μεῖζον κρῖμα ληψόμεθα," ὡς ἔφη Χριστὸς, ὁ τῶν στεφάνων διανο μεὺς καὶ τοῖς πλημμελοῦσι τὰς δίκας ἐπάγων· "Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·" ὁ δὲ μὴ ποιήσας καὶ δι δάξας, ἐλάχιστος· ἐπεὶ πῶς ὁ πολλαῖς καὶ μεγάλαις ἔσθ' ὅτε καταπνιγόμενος ἁμαρτίαις κατακρίνεις τὸν ὀλίγοις ἔνοχον πταίσμασι; Πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· "Ἄφες ἀναβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, αὐτὸς τὴν δοκὸν ἔχων ἐν σεαυτῷ," ὁ μεγάλαις ἁμαρτίαις ἔνοχος; τοῦτο γὰρ ἡ δοκὸς σημαίνει. Πῶς κατακρίνεις τὸν ὀλίγα παντελῶς ἢ καὶ ἔσθ' ὅτε μηδὲν ἡμαρτηκότα; 9Ἔκβαλε πρῶτον