1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

1

Christus patiens

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου ὑπόθεσις δραματικὴ κατ' Εὐριπίδην περιέχουσα τὴν δι' ἡμᾶς γενομένην σάρκωσιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸ ἐν αὐτῷ κοσμοσωτήριον

πάθος.

Ἐπείδ' ἀκούσας εὐσεβῶς ποιημάτων ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις, πρόφρων ἄκουε· νῦν τε κατ' Εὐριπίδην τὸ κοσμοσωτήριον ἐξερῶ πάθος, ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων, ὡς ἐκ στόματος μητροπαρθένου κόρης, μύστου πεφιλμένου τε τῷ ∆ιδασκάλῳ. Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους, πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ' ἄκρης στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν τοῦ μητέρ' αὐτὴν τοῦ Λόγου χρηματίσαι καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως· εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ, οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον, κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ, μηδ' ἡ φθορά τ' εἰσῆλθε θηρὸς ἀπάτῃ, καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει. Ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ, οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον τὸν ζωοποιὸν ∆εσπότην, Θεὸν Λόγον, ἀφθαρτίσαντα τὸ φθαρὲν φιλαγάθως, καὶ ζωοποιήσαντα τὸ βροτῶν γένος· μένοντος αὐτοῦ δ' ἀκενώτου τοῦ Λόγου, ἥδ' οὐκ ἂν ἐκπέφηνε μήτηρ ∆εσπότου, καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ' ἀδίκως, θρηνοῦσ' ἀνηλάλαζε τετρυχωμένη. Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε· μήτηρ πάναγνος, παρθένος μύστης, κόραι αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ ∆εσπότου.

{ΘΕΟΤΟΚΟΣ} Εἴθ' ὤφελ' ἐν λειμῶνι μηδ' ἕρπειν ὄφις, μηδ' ἐν νάπαισι τοῦδ' ὑφεδρεύειν δράκων ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φύμα, μήτηρ γένους δύστηνος ἠπατημένη τόλμημα τολμᾶν παντότολμον ἀνέτλη, ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη, θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν· οὐδ' ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι, λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου, λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον, μήτηρ τέκνων τ' ἤκουσεν ἐκ δυσκοιτίας μογοστοκοῦσ' ὠδῖσί τ' ἐμπαρειμένη, ἱδρῶτ' ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης, ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις, διαδοχάς τε παραπέμπειν τῷ βίῳ, διαλλαγάς τ' ἐντεῦθεν εὑρεῖν ἐξόχους· οὐδ' ἂν γένος τ' ὄλωλεν ἀνθρώπων ἅπαν καὶ τὸν ∆υνατὸν ἀλθανεῖν ἔπεισέ πως ἀγαθότητι δαπέδῳ κατιέναι καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος· οὐδ' ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς, ἰδεῖν τ' ἔφριττον τόνδε καθυβρισμένον, ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα, ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα, ὡς νητρεκῶς ἤϋσε Συμεὼν γέρων, τηλεσκόποις ὄμμασι πάντως προβλέπων. Ἦ που μεγίστη γίνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ, τὰ πάντα συμφέρουσα τῷδ' ὥσπερ θέμις, μηδὲ πρὸς ἄλλου πάρφασιν σῖγα κλύῃ, ἀλλ' ἔστι συμφρονοῦσα γνησίῳ πόσει. Νῦν δ' ἐχθρὰ πάντα καὶ νοσεῖ τὰ καίρια, αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος. Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν· ἐκ δακρύων δάκρυα καταλείβεται, ὧν οὔτε μέτρον οὔτ' ἀριθμός ἐστί τις· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ὅθεν πότνια φύσις ἠτιμωμένη στένει κλάουσα συμφορὰς πεφυρμένας διαδοχάς τε τῶν ἀφερτάτων πόνων, τὸν πάντα συντήκουσα δακρύοις χρόνον, ἐπεὶ πρὸς ἐχθροῦ ᾔσθετ' ἠδικημένη καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ πατρός θ' ὑποκλίναντος οὖας μητέρι, ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι. Βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιάς, πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται· ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,