1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Adversus Macedonianos de spiritu sancto

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΤΑ ΜΑΚΕ∆ΟΝΙΑΝΩΝ ΤΩΝ ΠΝΕΥΜΑΤΟΜΑΧΩΝ

Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων· τὸ γὰρ σοφὸν

τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσθαι ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ. ἀλλ' ἐπειδὴ κίνδυνός ἐστι μὴ διὰ τῆς ἡμετέρας σιγῆς κατισχύσῃ τῆς ἀληθείας τὸ ψεῦδος καὶ πολλὴν ἡ σηπεδονώδης αὕτη τῆς αἱρέσεως γάγγραινα νομὴν κατὰ τῆς ἀληθείας λαβοῦσα τὸν ὑγιαίνοντα τῆς πίστεως λόγον διαλωβήσηται, ἀναγκαῖον ἐφάνη μοι μὴ κατὰ τὴν ἀφροσύνην αὐτῶν ἀποκρίνασθαι τῶν τὰ τοιαῦτα κατὰ τῆς εὐσεβείας προτεινομένων, ἀλλ' ἐπὶ διορθώσει τῶν μοχθηρῶν ὑπολήψεων. καὶ γὰρ τὸ παροιμιῶδες παράγγελμα δοκεῖ μοι μὴ σιγήν, ἀλλὰ διόρθωσιν τῶν ἀφραινόντων παρεγγυᾶν ὡς δεῖν τὰς ἀποκρίσεις μὴ συντρέχειν τῇ ἀφροσύνῃ τῶν ὑπολήψεων, ἀνατρέπειν δὲ μᾶλλον τὰς ἀνοήτους αὐτῶν καὶ ἠπατημένας περὶ τῶν δογμάτων δόξας.

Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν; ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις· καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δόγμασιν ὁμολογοῦμεν περὶ τοῦ πνεύματος, ταῦτα πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες ἀφορμὴν ἑαυτοῖς παρέχουσι καθ' ἡμῶν εἰς ἀσεβείας γραφήν. ἡμῶν γὰρ συντετάχθαι τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον ὁμολογούντων ὡς μηδεμίαν εἶναι παραλλαγὴν ἐν μηδενὶ τῶν εὐσεβῶς περὶ τὴν θείαν φύσιν νοουμένων τε καὶ ὀνομαζομένων ἐκτὸς τοῦ καθ' ὑπόστασιν ἰδιαζόντως θεωρεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον, ὅτι ἐκ τοῦ θεοῦ 3,1.90 ἐστι καὶ τοῦ Χριστοῦ ἐστι, καθὼς γέγραπται· οὔτε κατὰ τὸ ἀγέννητον τῷ πατρὶ οὔτε κατὰ τὸ μονογενὲς τῷ υἱῷ συνχεό μενον ἀλλά τισιν ἐξαιρέτοις ἰδιώμασιν ἐφ' ἑαυτοῦ θεωρού μενον ἐν τοῖς ἄλλοις πᾶσι καθάπερ ἔφην τὸ συνημμένον καὶ ἀπαράλλακτον ἔχειν ὁμολογούντων· οἱ ὑπεναντίοι φασὶν ἀπεξενῶσθαι μὲν αὐτὸ πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τῆς φυσικῆς κοινωνίας καὶ διὰ τὸ τῆς φύσεως διαλλάττον ὑπο βεβηκέναι καὶ ἠλαττῶσθαι τοῖς πᾶσιν ἐν δυνάμει καὶ δόξῃ καὶ ἀξιώματι καὶ πᾶσιν ἅπαξ τοῖς θεοπρεπῶς λεγομένοις ὀνόμασί τε καὶ νοήμασι· καὶ διὰ τοῦτο δόξης μὲν ἀμέτοχον, ἀνάξιον δὲ τῆς πρὸς τὸν πατέρα καὶ υἱὸν ὁμοτιμίας φασίν· δυνάμεως δὲ τοσοῦτον μετέχειν, ὅσον ἐπαρκεῖν αὐτῷ πρὸς ἀποτεταγμένας τινὰς καὶ μερικὰς ἐνεργείας, τῆς δὲ δημιουργικῆς ἰσχύος ἔξω παντάπασιν καθεστάναι. ταύτης δὲ κρα τούσης παρ' αὐτοῖς τῆς ὑπολήψεως ἐκ τοῦ ἀκολούθου κατασκευάζεται παρ' αὐτῶν τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ πνεῦμα τῶν περὶ τὴν θείαν φύσιν εὐσεβῶς λεγομένων τε καὶ νοου μένων. Τί οὖν ὁ ἡμέτερος λόγος; οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ' ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίᾳ, δι' ἧς θεῖον τὸ πνεῦμα τὸ ἅγιον εἶναί τε καὶ λέγεσθαι μεμαθήκαμεν. εἰ οὖν συντίθενται καὶ αὐτοὶ τούτῳ καὶ μὴ ἀντιβαίνουσι ταῖς θεοπνεύστοις φωναῖς, εἰ πάτωσαν οἱ πρὸς τὸν καθ' ἡμῶν πόλεμον ἕτοιμοι, τίνος ἕνεκεν οὐ πρὸς τὴν γραφήν, ἀλλὰ πρὸς ἡμᾶς διαμάχονται; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι παρὰ τοῦτό φαμεν. θείας δὲ φύσεως <εἶναι τὸ πνεῦμα> ὁμολογοῦντες οὐδεμίαν ἐπιγινώσκομεν οὔτε ἐκ τῆς τῶν γραφῶν διδασκαλίας οὔτε ἐκ τῶν κοινῶν ἐννοιῶν κατ' αὐτὸ τοῦτο διαφοράν· ὥστε μεμερίσθαι πρὸς ἑαυτὴν τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν διά τινος ἐπιτά 3,1.91 σεως ἢ ὑφέσεως παρὰ τὸ πλέον τε καὶ ἔλαττον αὐτὴν πρὸς ἑαυτὴν διαλλάττουσαν. ἐπειδὴ γὰρ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος εἶναι πεπίστευται καὶ οὐδεμία πλοκὴ καὶ σύνθεσις ἐξ ἀνομοίων περὶ αὐτὴν θεωρεῖται, διὰ τοῦτο, ἐπειδὰν ἅπαξ θείαν