1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

ἐκείνην, ἣ δύο λεπτοὺς ὀβολοὺς δωροφοροῦσα τοῖς ἱεροῖς θησαυροῖς ἀπεδείχθη † τῆς φιλοτιμίας, οὐχ ὅτι ἄξιον τι θαύματος εἶχεν ἡ ὕλη, ἀλλ' ὅτι πλέον οὐκ ἐχώρει ἡ δύναμις. οὕτω τοίνυν λογιεῖται ὄντως ἔχειν, ὅτι πάντα τὰ παρὰ ἀνθρώπων ὅσα εἰς τιμὴν καὶ δόξαν ἐπινενόηται κατώτερά ἐστι τῆς μεγαλοπρεπείας τοῦ πνεύματος οὐδεμίαν προσθήκην τῆς δόξης ποιούμενα. ἡ μὲν γὰρ ὡσαύτως ἔχει καὶ τιμώντων καὶ μή· ἡ δὲ ἀνθρωπίνη φύσις μόνην δωροφορεῖ τὴν προαίρεσιν, αὐτῷ τῷ θελῆσαι μόνον πληροῦσα ἣν προέθετο χάριν· πλέον δ' ἔτι τοῦ θελήματος καὶ τῆς κατὰ πρόθεσιν ὁρμῆς καὶ κινήσεως ἔχει ἐν τῇ δυνάμει οὐδέν. κἂν θαυμάσαι προέληται κἂν ἐπαίνοις τισὶ τὸ μεγαλεῖον ἀποσεμνῦναι τῆς θείας δυνάμεως, οὐ τὴν φύσιν ἐπήνεσεν· πῶς γὰρ ἐπαινέσει τὸ ἀγνοούμενον; ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐδόξασε· Γενεὰ γάρ φησι καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμιν τῶν φοβερῶν σου καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου καὶ τὰ θαυμάσιά σου καὶ τὴν μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου καὶ τὴν ἐν τούτοις μεγαλωσύνην σου διηγήσονται. ὁρᾷς ὡς διὰ τῶν ἔξωθεν περὶ τὴν θείαν φύσιν θεωρουμένων πληροῦται τῷ προφήτῃ τὸ θαῦμα; αὐτὴ δὲ ἐκείνη καθώς ἐστι ἡ θεία τε καὶ μακαρία δύναμις ἄβατος καὶ ἀθέατος λογισμοῖς μένει καὶ διανοίας 3,1.115 πολυπραγμοσύνην καὶ λόγου δύναμιν καὶ καρδίας κίνησιν καὶ ἐνθυμήσεως ὁρμήν, πάντα κάτω ἑαυτῆς ἀφιεῖσα πολὺ μᾶλλον ἢ ὅσον τὰ σώματα ἡμῖν ἀπολιμπάνεται τῆς τῶν ἀστέρων ἁφῆς. ὁ οὖν ταῦτα εἰδὼς καὶ συνεγνωκὼς ἑαυτῷ τὸ οὐτιδανὸν καὶ ἀσθενὲς καὶ πενιχρὸν τῆς φύσεως καταγνώσεται μὲν τῆς ματαιότητος τῶν ἀπὸ οὕτω μικρᾶς καὶ εὐτελοῦς τῆς δυνάμεως οἰομένων ἔχειν τι τῆς ἀξίας τοῦ πνεύματος ὑψηλότερον καὶ φειδομένων ἀπ' αὐτοῦ ῥημάτων τινῶν θεραπευτικῶν ἢ σχημάτων, ἃ εἴτε λατρείαν εἴτε προσκύνησιν σύνηθές τισιν ὀνομάζειν οὐ διαφέρομαι· ἀναβλέπων δὲ εἰς τὸ ὕψος τῆς δόξης, ἧς ἡ ἀληθὴς κατανόησις τοῖς ἀνθρώποις ἀνέφικτος, καταγνώσεται ἑαυτοῦ, καθὼς καὶ ὁ πατριάρχης ἐποίησε τῆς θείας ἀξιωθεὶς ἐπιφανείας γῆν καὶ σποδὸν ἑαυτὸν προσαγορεύων· οὕτω δὲ διακείμενος ὅλον ἑαυτὸν ἀναθήσει τῇ θεραπείᾳ τῆς κρείττονος φύσεως, οὐ τὸ μέν τι ποιῶν τῶν εἰς τιμὴν συντεινόντων, τοῦ δὲ ἀπεχόμενος, ἀλλὰ πᾶν ὅτιπερ ἂν ἐν τῇ καθ' ἑαυτὸν δυνάμει μεῖζον καὶ ὑπερέχον εἶναι φανῇ, τοῦτο ἀναθήσει τῷ ἐπὶ πάντων θεῷ, τιμὴν καὶ δόξαν καὶ προσκύνησιν τὴν ὑπὸ τῆς δυνάμεως χωρουμένην διηνεκῶς ἀναπέμπων τῷ ἔχοντι τοῦ σῴζειν τὴν ἐξουσίαν· σῴζει δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. διὰ τοῦτο καὶ πιστεύει τὴν ἑαυτοῦ σωτηρίαν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ οὐκ εἰς πλῆθος δυνάμεων καὶ θεοτήτων κατακερματίζων τὴν πίστιν, ἀλλ' εἰς μίαν δύναμιν, μίαν ἀγαθότητα, μίαν ζωοποιὸν ἐξουσίαν, μίαν θεότητα, μίαν ζωὴν πιστεύων. οὕτως ἀναπέμψει τὴν εὐχαριστίαν ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς, ἐκ πατρὸς ἀρχόμενος καὶ τὸν υἱὸν τῷ πατρὶ συμπεριλαμβάνων καὶ τὸ ἅγιον πνεῦμα τοῦ μονογενοῦς οὐ χωρίζων, ὡς πληροῦσθαι τῷ ἐπὶ πάντων θεῷ σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι τιμὴν καὶ δόξαν καὶ προσκύνησιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.