1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

καταδεέστερον; εἰ μὲν γὰρ τῶν ὑπηκόων κατὰ τὴν φύσιν ἐστίν, πῶς τῷ τῆς βασιλείας ἀξιώματι τοῦ μονογενοῦς συναρμόζεται χρίσμα βασιλείας γινόμενον; εἰ δὲ τὸ ἡγεμονικὸν αὐτοῦ διὰ τοῦ συμπαραληφθῆναι εἰς τὴν τῆς βασιλείας μεγαλοπρέπειαν δείκνυται, τίς ἡ ἀνάγκη καθαιρεῖσθαι πάντα εἰς ἰδιωτικήν τε καὶ δουλικὴν ταπεινότητα τῇ δουλευούσῃ κτίσει συναριθ μούμενον; οὐ γὰρ δὴ τὰ δύο περὶ αὐτοῦ λέγοντα δυνατόν 3,1.104 ἐστιν ἐν ἑκατέρῳ τἀληθῆ λέγειν, ὅτι καὶ ἡγεμονικόν ἐστι καὶ ὑποχείριον. εἰ μὲν γὰρ ἡγεῖται, οὐ κυριεύεται· εἰ δὲ δουλεύει, οὐκέτι μετὰ τῆς βασιλευούσης φύσεως καταλαμβάνεται. ὡς γὰρ μετὰ ἀνθρώπων ἄνθρωποι καὶ μετὰ ἀγγέλων ἄγγελοι καὶ πάντα μετὰ τῶν ὁμοφύλων ἐπιγινώσκεται, οὕτω μεθ' ἑνὸς ἑκατέρων ὁμολογεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον ἀναγκαῖόν ἐστιν ἢ μετὰ τῆς κυριευούσης ἢ μετὰ τῆς ὑποκυπτούσης φύσεως. μέσον γὰρ τούτων ἐπιγινώσκει ὁ λόγος οὐδέν, ὥστε τινὰ φύσεως ἰδιότητα ἐν μεθορίῳ τοῦ τε κτιστοῦ καὶ τοῦ ἀκτίστου καινοτομηθεῖσαν μεταξὺ τούτων εἶναι νο μίζεσθαι, ὡς καὶ ἀμφοτέρων μετέχειν καὶ οὐθέτερον τε λείως εἶναι. οὐδὲ γὰρ ἐνδέχεται μίξιν τινὰ τῶν ἐναντίων καὶ συμπλοκὴν ἐννοῆσαι τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον συνα νακιρναμένων καὶ δύο τῶν ἐναντίων εἰς μίαν ὑπόστασιν συμμιγνυμένων· ὡς μὴ μόνον σύνθετον εἶναι τὸ διὰ τῆς ἀλλοκότου ταύτης μίξεως ἀναπλασσόμενον, ἀλλὰ καὶ ἐξ ἀνομοίων ἔχον τὴν σύνθεσιν καὶ κατὰ τὸν χρόνον οὐ συμ φωνούντων· τοῦ γὰρ ἀκτίστως ὑφεστῶτος τὸ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχον μεταγενέστερον πάντως ἐστίν, εἰ οὖν μεμίχθαι τὴν τοῦ πνεύματος φύσιν πρὸς ἑκάτερα λέγουσιν, ἄρα καὶ τοῦ πρεσβυτέρου πρὸς τὸ νεώτερον μίξιν τινὰ ἐννοή σουσι· καὶ ἔσται κατ' αὐτοὺς ἑαυτοῦ τι πρεσβύτερον καὶ ἑαυτοῦ τι πάλιν μεταγενέστερον, ὡς καὶ τῷ ἀκτίστῳ τὸ ἀρχαιότερον ἔχειν καὶ τῷ κτιστῷ τὸ νεώτερον. ἐπεὶ οὖν τοῦτο φύσιν οὐκ ἔχει, ἀνάγκη πάντως τὸ ἕτερον τούτων ἐπὶ τοῦ πνεύματος ἀληθὲς εἶναι λέγειν, ὅπερ ἐστὶ τὸ ἄκτιστον.

Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ' αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν ἐχόντων, τίς ἡ αἰτία ἡ τὸ πνεῦμα τῶν λοιπῶν ἀποκρίνουσα εἰς τὸ τῷ πατρὶ καὶ τῷ υἱῷ συνταχθῆναι; εὑρίσκεται γὰρ ἐκ τῆς ἀκολουθίας τοῦ λόγου οὐκ ὂν ἐκ τῆς κτίσεως τὸ τῇ ἀκτίστῳ συνθεωρούμενον φύσει· ἢ εἰ ἐντεῦθεν εἴη, μηδὲν πλέον τῆς ὁμοφύλου ἰσχύειν κτίσεως μηδὲ δύνασθαι τῇ ὑπερκειμένῃ συναρμόζεσθαι φύσει. 3,1.105 εἰ δὲ λέγοιεν καὶ κτιστὸν εἶναι καὶ ὑπὲρ τὴν κτίσιν δύνασθαι, πάλιν εὑρίσκεται αὐτὴ πρὸς ἑαυτὴν ἡ κτιστὴ στασιάζουσα φύσις καὶ μεριζομένη πρὸς τὸ κρατοῦν τε καὶ ὑποχείριον ὡς τὸ μὲν εὐεργετεῖν, τὸ δὲ εὐεργετεῖσθαι καὶ τὸ μὲν ἁγιά ζειν, τὸ δὲ ἁγιάζεσθαι· καὶ πάντα ὅσα παρὰ τοῦ ἁγίου πνεύματος χορηγεῖσθαι τῇ κτίσει πεπίστευται, ἐκείνῳ μὲν παρεῖναι πλουσίως πηγάζοντα καὶ εἰς ἄλλους ὑπερχεόμενα, τὴν δὲ κτίσιν ἐπιδεᾶ τῆς ἐκεῖθεν ἀναδιδομένης εὐεργεσίας καὶ χάριτος καθεστάναι καὶ ἐκ μετουσίας δέχεσθαι τὴν τῶν ἀγαθῶν κοινωνίαν τῶν ἐκ τοῦ ὁμογενοῦς προχεομένων. ἀποκληρώσει γὰρ ὅμοιον καὶ προσωποληψίᾳ τὸ τοιοῦτόν ἐστι μηδεμιᾶς ἐν τῇ φύσει προτιμήσεως οὔσης μὴ τὰ αὐτὰ δύνασθαι τὰ κατ' οὐδὲν ἀλλήλων ἐν τῷ εἶναι τὴν διαφορὰν ἔχοντα. ἅπερ οὐδένα οἶμαι τῶν εὖ φρονούντων συνομολογεῖν· ἢ γὰρ οὐ παρέχει τοῖς ἄλλοις, εἴπερ οὐ φυσικῶς ἔχει, ἢ εἴπερ διδό ναι πεπίστευται, τὸ ἔχειν πάντως προωμολόγηται. τοῦτο δὲ μόνης τῆς θείας φύσεως ἴδιόν ἐστι καὶ ἐξαίρετον τὸ παρεκτικὸν ἀγαθῶν εἶναι, αὐτὸ δὲ μηδενὸς ἐπεισάκτου προσδέεσθαι.

Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι τί διὰ τούτου πραγματευόμεθα; ἆρ' οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης; οὐδένα ἂν ἀντειπεῖν οἶμαι τῷ λόγῳ τόν γε καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενον. τί οὖν; ἆρ' ἐν τῷ ὕδατι ἡ ζωοποιός ἐστι δύναμις τῷ συμ παραλαμβανομένῳ πρὸς τὴν τοῦ βαπτίσματος χάριν· ἢ παντὶ δῆλον ὅτι τοῦτο μὲν τῆς σωματικῆς ἕνεκεν διακονίας