1
Apologia in hexaemeron
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ, ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΠΡΟΣ ΠΕΤΡΟΝ ΤΟΝ Α∆ΕΛΦΟΝ ΑΥΤΟΥ, ΠΕΡΙ ΤΗΣ
ΕΞΑΗΜΕΡΟΥ.
ΠΡΟΟΙΜΙΟΝ. Ταῦτα ποιεῖς. ὦ ἄνθρωπε τοῦ Θεοῦ· κατατολμᾷν ἡμᾶς τῶν ἀτολμήτων ἐγκελευόμενος, καὶ πράγμασιν ἐγχειρεῖν τοιούτοις, ὧν οὐ τὸ τυχεῖν μόνον ἐστὶν ἀμήχανον, ἀλλὰ οὐδὲ τὸ ἐγχειρῆσαι, κατά γε τὸν ἐμὸν λόγον. ἀνέγκλητον; Τῶν γὰρ κατὰ θείαν ἐπί πνοιαν ἐν τῇ κοσμογονίᾳ φιλοσοφηθέντων τῷ μεγάλῳ Μωϋσῇ, τὰ δοκοῦντα κατὰ τὴν πρόχειρον τῶν γεγραμμένων σημασίαν. ὑπεναντίως ἔχειν, ἐπέταξας ἡμῖν διά τινος ἀκολούθου διανοίας εἰς εἱρμὸν ἀγα γεῖν, καὶ συμφωνοῦσαν πρὸς ἑαυτὴν ἀποδεῖξαι τὴν ἁγίαν Γραφήν· καὶ ταῦτα μετὰ τὴν θεόπνευστον ἐκείνην τοῦ πατρὸς ἡμῶν εἰς τὸ προκείμενον θεω ρίαν, ἣν οἱ ἐγνωκότες πάντες, οὐδὲν ἔλαττον τῶν αὐτῷ Μωϋσῇ πεφιλοσοφημένων θαυμάζουσιν· εὖ καὶ εἰκότως, οἶμαι, τοῦτο ποιοῦντες. Ὃν γὰρ ἔχει λόγον πρὸς τὸν κόκκον ὁ ἄσταχυς, καὶ ἐξ ἐκείνου ὢν, κἀκεῖνο μὴ ὢν, μᾶλλον δὲ ἐκεῖνο μὲν ὢν τῇ δυνάμει, παρηλλαγμένος δὲ μεγέθει, καὶ κάλλει καὶ ποικιλίᾳ καὶ σχήματι· τὸν αὐτὸν εἴποι τις ἂν ἐπέχειν λόγον, πρὸς τὴν τοῦ μεγάλου Μωϋσέως φωνὴν, τὰ παρὰ τοῦ μεγάλου Βασιλείου διὰ φιλοπονωτέρας θεωρίας ἐξ 64 εργασθέντα νοήματα· ἃ γὰρ ἐκεῖνος εἶπεν ἐν ὀλίγοις τε καὶ εὐπεριγράπτοις τοῖς ῥήμασι, ταῦτα διὰ τῆς ὑψηλῆς φιλοσοφίας ὁ διδάσκαλος ἡμῶν αὐξήσας, οὐχὶ ἄστα χυν, ἀλλὰ δένδρον ἐποίησε κατὰ τὸν ὁμοιωθέντα τῇ βασιλείᾳ τοῦ σινάπεως κόκκον, τὸν ἐν τῇ καρδίᾳ τοῦ γεωργοῦντος ἀποδενδρούμενον, ὥστε γενέσθαι παντα χόθεν αὐτὸν ἀμφιλαφῆ τοῖς νοήμασι, καὶ διηπλωμένον ἀντὶ κλάδων τοῖς δόγμασι, καὶ τῷ σκοπῷ τῆς εὐσε βείας εἰς ὕψος ἀνατεινόμενον, ὡς καὶ τὰς ὑψηλάς τε καὶ μετεωροπόρους ψυχὰς, ἃς πετεινὰ τοῦ οὐρανοῦ τὸ Εὐαγγέλιον ὀνομάζει, δύνασθαι τῷ μεγέθει τῶν τοιούτων κλάδων ἐννοσσεύειν. Καλιὰ γάρ τις οἷόν ἐστι ψυχῆς, ἡ περὶ τὸ ζητούμενον συγκατάθεσις, τὴν ἄστατον τοῦ νοῦ πολυπραγμοσύνην, καθάπερ τινὰ πολυπλανῆ πτῆσιν, ἐφ' ἑαυτῆς ἀναπαύουσα. Πῶς οὖν ἔστι τῷ τοιούτῳ καὶ τηλικούτῳ δένδρῳ τῶν λόγων, ἀντιφυτεῦσαι τὴν βραχεῖαν τῆς διανοίας ἡμῶν ἀπο σπάδα; Ἢ τοῦτο μὲν οὔτε σὺ κελεύεις, οὔτ' ἂν ἐγὼ δεξαίμην ποτὲ, τὸ ἐξ ἐναντίου τῇ τοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου φιλοπονίᾳ τὸν ἡμέτερον ἀντιτεθῆναι πόνον; Ἀλλ' ὥσπερ οἱ γεωργοὶ θαυματοποιοῦσιν, καρπῶν διαφορὰν ἐν ἑνὶ φυτῷ σοφιζόμενοι· ὁ δὲ τρό πος τῆς φυτοκομίας οὗτός ἐστιν· Βραχύ τι φύλλον ἐξ ἑτέρου δένδρου μετὰ τοῦ ὑποκειμένου τῇ βάσει φλοιοῦ ἀποσύραντες, ἄλλῳ φυτῷ μείζονι, κατά τι μέρος ἓν, τομῆς τὸν φλοιὸν ἐναρμόζουσιν, ἵνα τῇ φυσικῇ τοῦ μείζονος ἰκμάδι τὸ ἐντεθὲν ἐκεῖνο πιαινόμενον, εἰς κλάδον ἀναφύηται. Οὕτω καὶ αὐτὸς τὴν ἐμὴν διάνοιαν, οἷόν τινα βραχὺν μόσχον τῇ ἰκμάδι τοῦ μεγάλου δένδρου τῇ τοῦ διδασκάλου ἡμῶν σοφίᾳ ἐνείρας, κλάδος ἐκείνου γενέσθαι πειράσομαι, ἐμφυόμενος ὡς ἔστι μοι δυνατὸν τοῖς νοήμασι, καὶ τῇ χορηγίᾳ τῆς ἐκεῖθεν ἐνδιδομένης ἡμῖν ἀφορμῆς ἐπαρδόμενος.
Οἶμαι γὰρ ἐγὼ μὴ καλῶς τινας τὸν σκοπὸν τῶν εἰς τὴν Ἑξαήμερον αὐτῷ πεπονημένων ἐπεγνωκέναι, οὗ χάριν αἰτιῶνται τὸ μήτε περὶ τοῦ ἡλίου σαφῆ παρα δεδόσθαι τὴν γνῶσιν αὐτοῖς, πῶς μετὰ τρεῖς ἡμέρας ὁ φωστὴρ, οὔτ' ἂν μετὰ τῶν ἄλλων ἀστέρων κατασκευάζεται, ὡς ἀδύνατον ὃν ὄρθρῳ καὶ ἑσπέρᾳ διο ρισθῆναι τὸ ἡμερήσιον μέτρον, εἰ μὴ πάντως ὁ ἥλιος ἐσπέραν μὲν δυόμενος, ὄρθρον δὲ