1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

16

ἐπιῤῥεῖν τοὺς ὄμβρους τῇ γῇ, ὅ τε προλαβὼν ἀπ έδειξε λόγος, καὶ ἡ προφητεία διδάσκει τῷ Θεῷ τὸ τοιοῦτον ἔργον ἀνατιθεῖσα, ἐν οἷς φησιν, ὅτι «Ὁ προσ καλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ κατὰ πρόσωπον τῆς γῆς,» καὶ ἄλλα πολλά. Καὶ τὸ ἐξοπτᾶσθαι πάντα τὰ νέφη ἐκ τῆς ὑπερκειμένης θερμότητος, καὶ εἰς τὸ παντελὲς καταφρύγεσθαι, καὶ τοῦτο διὰ τῆς ἐνεργείας ἐμάθομεν. Λείπεται τοίνυν μὴ παραδραμεῖν τὴν ἀκολούθως ἀνακύπτουσαν ἡμῖν ἐκ τῶν εἰρημένων ἀντίθεσιν. Ἐρεῖ γάρ τις τοῖς προ εξητασμένοις ἑπόμενος, ὅτι Κατὰ τὸ ἐπὶ τοῦ ἐλαίου ὑπόδειγμα μεμαθήκαμεν, τὸ μὲν ὑλικὸν τοῦ ὑποκει μένου καὶ μετὰ τὴν ἐξόπτησιν μὴ ἀπόλλυσθαι, ἀλλ' εἰς τὸν ἀέρα μεταχωρεῖν διὰ τῆς τοῦ πυρὸς ἐνεργείας ἀπογεούμενον. Τοῦ δὲ ὑγροῦ ἐναφανισθέντος τῇ ἐναν τία ποιότητι, πῶς ἔστιν ἀμείωτον τὴν ὑγρὰν φύσιν εἰσαεὶ διαμένειν, πάντοτε τῆς θερμῆς οὐσίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καταφρυττούσης, καὶ εἰς ξηρὰν μεταβαλλούσης ποιότητα, καθὼς ἡ θεωρία κατὰ τὸ ἀκόλουθον διὰ τῶν ἐξητασμένων ἀπέδειξεν; Εἰ οὖν ἐξατμίζεται μὲν τὸ ὑγρὸν, εὐάλωτος δὲ γίνεται τῷ θερμῷ ἡ ὑγρότης, εἰς τὰ λεπτά τε καὶ ἀμερῆ τμήματα διὰ τῶν ἀτμῶν μερισθεῖσα· ἀνάγκη πᾶσα, πρὸς τὴν ξηρὰν ποιότητα τοῦ ὑγροῦ μεταβαίνοντος, ἀληθέστε ρον ἐκεῖνον τὸν λόγον οἴεσθαι, ὅτι ἐστί τις ὑδάτων περιουσία, ἡ ἀεὶ ἀναπληροῦσα τὸ ἐκ τοῦ πυρὸς δα πανώμενον. Ἴσως δ' ἄν τινα καὶ μαρτυρίαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἀπὸ τῆς Γραφῆς παραλά βοι· τὸ ἀνοιγῆναι τοὺς καταῤῥάκτας τοῦ οὐρα νοῦ, ὅτε ὑποβρύχιον ἔδει γενέσθαι τὴν γῆν, πάσης ὀρῶν κορυφῆς ἐπὶ πλεῖστον βάθους ὑπερέχοντος τοῦ ὕδατος, Ἀλλ' ἐγὼ τὴν μὲν γραφικὴν ἀντίθεσίν φημι δυνατὸν εἶναι διὰ Γραφῆς ἑτέρας παραμυθήσασθαι· οἶδα γὰρ τὴν κατάχρησιν τῶν θείων ῥημάτων ἐπὶ τῆς γραφικῆς συνηθείας. Τί σημαίνει διὰ τοῦ ἀνοῖξαι, καὶ τί διὰ τοῦ κλεῖσαι ἐνδείκνυται; ∆ῆλον γὰρ ὅτι τὸ κλειόμενον ἀνοίγεται, καὶ τὸ ἀνοιγόμενον κλείεται. Ἐπεὶ οὖν, ἀτμοῦ ποτε κατὰ τοὺς χρόνους Ἠλίου ἐπικρα τοῦντος, οὕτω φησὶν ἡ Γραφὴ, ὅτι «Ἐκλείσθη ὁ οὐρα νὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἔξ·» τοῦτο οἶμαι τοῦ οὐ ρανοῦ τοὺς καταῤῥάκτας ἠνεῷχθαι τὸν τῆς Γραφῆς λόγον λέγειν, ὡς ἐκλείσθη ἐν τῷ τῆς ἀνομβρίας και ρῷ. Ἀλλὰ μὴν τότε διὰ τῆς προσευχῆς τοῦ Ἠλίου, νέφος ἐκ τῆς θαλάσσης ἀναφανὲν, τὸν οὐρανὸν αὐτοῖς διὰ τῆς ἐπομβρίας ἤνοιξεν. Ἄρα σαφῶς ἀποδείκνυ διὰ τούτων, τὸ μηδὲ τότε τὸ στερέωμα τοῦ οὐ ρανοῦ διασχισθὲν, ἐκ τῶν ὑπερκεῖσθαι λεγομένων ὑδάτων καταῤῥῆξαι τὸν ὄμβρον, ἀλλ' οὐρανὸν λέγει, τὸν περίγειον ἀέρα, τὸν ὁρίζοντα τοῖς ἀτμοῖς τὴν στάσιν, ὅπερ ἐστὶ τῆς λεπτομερεστάτης τοῦ ὑπερκει μένου ὅρος φύσεως· μεθ' ὃν οὐδεμίαν δύναμιν πρὸς τὴν ἄνοδον ἔχει τῶν ἐμβριθεστέρων οὐδὲν, οὐ νέφος, οὐ πνεῦμα, οὐκ ἀτμὸς, οὐκ ἀναθυμίασις, οὐχ ἡ τῶν πτηνῶν φύσις. Τὸ οὖν ὑπὲρ κεφαλῆς συνήθως ἡ Γραφὴ οὐρανὸν λέγει, «οὐρανοῦ πετεινὰ» λέγουσα, τὸν ἀέρα τοῦτον διαπετόμενα. Ἀλλ' εἰ καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔπω τὸ ἕτερον ὁ λόγος ἡμῖν ὑπ 104 ελύσατο, πῶς ἡ εἰς τὸ ξηρὸν τῶν ἀτμῶν μεταποίησις οὐκ ἐλαττοῖ τὸ ὑγρὸν, τὸ ἐπικρατήσει τῆς θερμῆς οὐ σίας ἐκδαπανώμενον. Πρὸς δὲ ταῦτα καλῶς ἂν ἔχοι ἑτέραν ἀκολουθίαν ἐξευρεῖν τῇ θεωρίᾳ τοῦ λόγου συμ βαίνουσαν· ἴσως γὰρ ἂν γένοιτο ἡμῖν διὰ τῆς φιλο πονωτέρας προσεδρίας, μὴ διαμαρτεῖν τῆς προσ ηκούσης περὶ τοῦ σκέμματος ὑπολήψεως. Ἤκουσα τῆς προφητείας τὸ μεγαλεῖον τῆς τοῦ Θεοῦ δυνάμεως διὰ τῶν ἐν τῇ κτίσει θαυμάτων διεξιούσης, ἐν οἷς φησι· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;» δι' ὧν οἶμαι σαφῶς ἰδίοις μέτροις τῶν στοιχείων ἕκαστον περιγε γράφθαι τὸν προφήτην διδάσκειν, τῆς περιεκτικῆς τοῦ Θεοῦ δυνάμεως, ἢν χεῖρα καὶ δράκα, καὶ σπιθαμὴν ὀνομάζει, ἰδικῶς ἕκαστον τῶν ὄντων ἐν τῷ καθήκοντι μέτρῳ περισφιγγούσης. Εἰ οὖν μεμέτρηται οὐρανὸς τῇ θείᾳ δυνάμει, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ τῇ δρακὶ πᾶσα ἡ γῆ, καὶ ζυγοστατοῦνται αἱ νάπαι, καὶ φανε ρὸς τοῖς ὄρεσιν ἀφορίζεται σταθμὸς, ἀνάγκη πᾶσα μένειν ἕκαστον ἐπὶ τοῦ ἰδίου μέτρου καὶ σταθμοῦ,