1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

18

καὶ ὑγρῷ, καὶ τῷ καίοντι καὶ τῷ ψύχοντι· παρ' ὧν ἂν γένηται τὸ τῆς τροφῆς μέρος, ἐκεῖνο γί νεται, ὃ τὸ ὑποκείμενον κατὰ φύσιν ἐστὶν (τὸ γὰρ ἐπικρατοῦν εὐκαίρως τὴν λεπτότητα τῆς ἀναδόσεως ἑαυτῷ προσῳκείωσε)· τὸν αὐτὸν τρόπον ἀνεπαίσθη τος γίνεται διὰ τῶν ἀμερῶν ἐκείνων ὄγκων ἡ ἀεὶ γινομένῃ τῇ γῇ προσθήκη. ∆ιότι παντὶ τῷ ὑποκειμένῳ συμφυέντα, ὅπερ ἂν κατ' οὐσίαν ᾗ τὸ δεχόμενον, πρὸς ἐκείνην ἠλλοιώθη τὴν φύσιν, καὶ ἐγένετο βῶλος ἐν βώλῳ, καὶ ψάμμος ἐν ψάμμῳ, καὶ λίθος ἐν λίθῳ, καὶ ἐν παντὶ πᾶν, ὅτιπερ ἂν τύχῃ τῶν στεῤῥοτέρων δεξά μενον, πρὸς τὸ ἐπικρατοῦν μετετέθη. Εἰ δὲ δυσπαράδεκτον οἴεταί τις τοῦ λίθου τὴν ἀντιτυπίαν τῆς τοιαύτης προσθήκης, κἂν ὁ λόγος τὸ ἀκόλουθον ἔχῃ, ὅμως ἐγὼ πρὸς τοὺς ταῦτα φρονοῦντας, οὐδὲν οἶμαι δεῖν ἀντιμάχεσθαι. Οὐδὲν γὰρ ἕξει τὸ εἰκὸς ἡ θεωρία, διὰ πνευμάτων ἀπὸ τοῦ μὴ περιδεχομένου, πρὸς τὸ συμφυόμενον τῆς ἄνωθεν τοῦ γεώδους ἐπιῤῥοῆς μετα πιπτούσης. Ἀλλ' ἐρεῖ τις ἴσως μὴ πρὸς τὸν ἴδιον σκοπὸν βλέπειν τὸν λόγον ἡμῶν, ἀλλὰ προθέσθαι μὲν ἀποδεῖξαι τὴν ὑγρὰν φύσιν ἐπὶ τοῦ ἐξ ἀρχῆς μέτρου μέχρι παντὸς διαμένουσαν, λαθεῖν δὲ τὶ ἐναντίον κατασκευάζοντα. 108 Εἴτε γὰρ ἐν τῷ πυρὶ τὸ ἀναδιδόμενον μένοι, εἴτε καὶ ξηρανθὲν πάλιν ἐπὶ τὴν γῆν ἐπανέρχοιτο, ἴση καθ' ἑκά τερον ἡ τοῦ ὕδατος ἐλάττωσις ἔσται· καὶ οὐδὲν ἧττον διὰ τῆς κατασκευῆς ταύτης ἀναγκαία δείκνυται ἡ τοῦ ὑγροῦ περιουσία, διὰ τὸ πάντως εἰσαεὶ δαπανᾶσθαι. Οὐκοῦν ἀναγκαῖον ἂν εἴη πρὸς τὸν λόγον τοῦτον, πάλιν τὴν φύσιν τῶν ὄντων κατανοῆσαι, ὡς ἂν δι' αὐτῆς ἡμῖν εὐοδωθείη πρὸς τὸν προκείμενον σκοπὸν τὸ θεώρημα. Τίς οὖν ἡ φύσις; Οὐδὲν τῶν στοιχειωδῶς ἐν τῇ συστάσει τοῦ περιγείου κόσμου θεωρουμένων ἄτρε πτόν τε καὶ ἀναλλοίωτον παρὰ τοῦ ∆ημιουργοῦ τῶν ὅλων πεποίηται· ἀλλὰ πάντα ἐν ἀλλήλοις ἐστὶ, καὶ δι' ἀλλήλων διακρατεῖται, τῆς τρεπτῆς δυνάμεως διά τινος ἐγκυκλίου περιφορᾶς πάντα εἰς ἄλληλα τὰ γεώδη μεταβαλλούσης, καὶ ἀπ' ἀλλήλων εἰς ἑαυτὰ πάλιν ἐπαναγούσης· αὐτῆς δὲ τῆς ἀλλοιώσεως ἀπαύστως ἐν τοῖς στοιχείοις ἐνεργουμένης, ἀνάγκη πάντα εἰς ἄλληλα μετα βαίνειν, ἐξιστάμενά τε ἀπ' ἀλλήλων, καὶ πάλιν κατὰ τὸ ἶσον ἀλλήλοις ἐπεμβαίνοντα. Οὐ γὰρ ἄν τι τούτων φυλαχθείη ἐφ' ἑαυτοῦ, εἰ μὴ ἡ πρὸς τὸ ἑτε ρογενὲς ἐπιμιξία διακρατοίη τὴν φύσιν.

Πῶς οὖν εἴ ποι τις ἂν, διὰ τῶν τεσσάρων τὴν μεταβλητικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν, περιοδεύειν κυκλεύουσαν; Οὐ γὰρ πάντα δι' ἀλλήλων γίνεται, οὐδὲ δι' ὁμαλοῦ ὁ τῆς ἀλλοιώσεως κύκλος, δι' ἑκάστου τῶν ὄντων περιχωρεῖ, ἀλλὰ τὸ μὲν ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀνεχέθη, οἱ δὲ ἀτμοὶ τὴν φλόγα θρέ ψαντες πάλιν ἀπεγεώθησαν, οἷόν τις σποδιὰ μετὰ τὸ τῷ πυρὶ καθομιλῆσαι γενόμενοι· ἡ δὲ γῆ ταῦτα δεξαμένη ἔστησεν ἐν ἑαυτῇ τὸν τῆς ἀλλοιώσεως δρόμον. Οὔπω γὰρ ἐξήτασται, εἰ ἡ τοῦ ὕδατος φύσις ἐκ γῆς ἔχει τὴν γένεσιν. Οὐκοῦν τούτῳ τῷ σκέμματι λείπεται, εἰ δυνατόν ἐστι τὴν γῆν εἰς ὕδατος μεταστῆναι φύσιν. Πάντως δὲ οὐδεὶς ἡμῖν ἀδολεσχίαν ἐπεγκαλέσει, δι' ὧν ἂν ἦν δυνατὸν ἀνα ζητοῦσι τὸ ἐν τοῖς εἰρημένοις ἀκόλουθον. Ὁρῶμεν τοίνυν πολλὰ τῶν ξηρῶν, αὐτομάτως ἔκ τινος φυσι κῆς ἰδιότητος ὑγραινόμενα, οἷον ἐπὶ τῶν ἁλῶν ἔστιν ἰδεῖν, τῶν τε μεταλλευομένων, καὶ τῶν ἔκ τινος ὑγροῦ καταφρυγομένου συνισταμένων, ὧν ξη ρότης μέν ἐστι τὸ ἰδίωμα, εἰ δέ τις αὐτῶν νοτία καθ ίκοιτο, ἰκμαλέοι γίνονται, καὶ πρὸς τὴν ὑγρὰν ποιό τητα τὸ ἐν σφίσι ξηρὸν μεταβάλλουσιν. Οὕτως ἔγνων καὶ τὴν τοῦ μέλιτος φύσιν ξηρὰν τρόπον τινὰ διὰ τῆς ὀπτήσεως γινομένην, καὶ πάλιν ἐκ περιστά σεως τινος εἰς τὸ ὑγρὸν ἀναλύουσαν. Ἀλλὰ παρείσθω ταῦτα· κρεῖττον γὰρ ἐξ ἀρχῆς τινος ἀναγκαίας δοῦναι τὴν ἀκολουθίαν τῷ θεωρήματι. Οὐ μίαν γινώσκομεν ἐφ' ἑκάστου τῶν στοιχείων ποιότητα, δι' ἧς συμ πληροῦται τὸ ὑποκείμενον, καὶ τοῦ ἀντιστοιχοῦντος ἀποχωρίζεται, ἀλλ' ἐν διαφόροις ἕκαστον καταλαμβάνεται ταῖς ποιότησιν, ὧν αἱ μὲν ἀκοινωνήτως ἔχουσι πρὸς ἀλλήλας, αἱ δὲ κατὰ τὸ ἶσον ἐνθεωροῦν, οἰκείως τε καὶ ἁρμοδίως ἔχουσαι πρὸς