τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ καὶ ἀρθρίτιδι χρονίῳ τυραννούμενον ᾔδει καὶ μελαίνῃ λέπρᾳ ἐκδαπανώμενον καὶ διπλῆν συμφοράν, μᾶλλον δὲ πολλαπλῆν τὴν νόσον ποιούμενον· ὃς καὶ ταῖς ἀπὸ τῶν ἄρθρων ὀδύναις συνείχετο καὶ τοῖς τῆς λέπρας ἐταλαιπώρει κακοῖς, προσῆν δὲ καὶ ἡ τῆς ἀμορφίας αἰσχύνη, δι' ἣν οὐδὲ θεατὸς τοῖς ἀνθρώποις σχεδὸν ἦν, ἀλλ' οὐδὲ μόνον κλινήρης τὰ πολλὰ διετέλει, ἀλλὰ καὶ τοὺς κατ' ἐπίσκεψιν ἐρχομένους τῶν φίλων ὑπ' αἰσχύνης ἐναπεκρύπτετο· διὰ τοῦτο πάλιν ἐν τῷ ὑποστρέφειν ἀκριβέστερον περὶ τῶν αὐτῶν διαγνῶναι ἐσπούδασεν, ἵν' ἔχοι βεβαίως ἀπαγγεῖλαι τῷ κυρίῳ αὐτοῦ, ὡς ἂν ἴσως κἀκεῖνος τῆς δι' αὐτοῦ ἰατρείας ἀξιωθῇ. εὗρεν οὖν πάλιν τὸν κύριον ἐπὶ τῶν αὐτῶν νεκροὺς ἀνιστῶντα, τυφλοῖς τὸ βλέπειν δωρούμενον, χωλοὺς ἀρτίους δεικνῦντα καὶ πάντας τοὺς ὁτιοῦν ἀσθενοῦντας ῥωννύοντα. 7 ὡς οὖν ἐπιστώθη καὶ ἔγνω ταῦτα φανερῶς ὑπὸ τοῦ κυρίου τελούμενα, τῷ Αὐγάρῳ ὑποστρέψας ἐγνώρισε καὶ διὰ πλειόνων ἅτε εἶδεν ἅτε ἤκουσεν ἀνεδίδαξεν. ὅθεν ὡς "μεῖζον τοῦ ἔργου τὸ πάρεργον παρεμπορευσάμενος" καὶ ὡς εὐαγγελίων αὐτῷ καταγγελεὺς δεξιῶν τῆς προσηκούσης ἀποδοχῆς κατηξίωτο καὶ τῶν εὐνουστάτων εἷς ἐγνωρίζετο. καὶ ἐπεὶ τὸ κάμνον ἀεὶ ὡς ἅρπαγμα ποιεῖται τὴν ἐπαγγελίαν τῆς ἰατρείας καὶ τῆς ἐλπίδος περισαινούσης τὸν ἄνθρωπον σπουδαίως περὶ τὴν θήραν τοῦ μηνυθέντος πείθει ὁρμᾶν, καὶ ὁ Αὔγαρος πρὸς τὸ διὰ γραφῆς μετακαλέσασθαι διανέστη τὸν ἰᾶσθαι τὰ τοιαῦτα λεγόμενον δύνασθαι καὶ παραχρῆμα τὴν πανταχοῦ περιφερομένην ταύτην ἐπιστολὴν πρὸς τὸν κύριον ἔγραψεν οὑτωσὶ περιέχουσαν· 8 Αὔγαρος τοπάρχης Ἐδέσης Ἰησοῦ σωτῆρι ἀναφανέντι ἀγαθῷ ἰατρῷ ἐν πόλει Ἱεροσολύμων χαίρειν. ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γινομένων. ὡς λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, λεπροὺς καθαρίζεις καὶ ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις καὶ νεκροὺς ἐγείρεις. καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι σὺ εἶ ὁ θεὸς καὶ καταβὰς ἐξ οὐρανοῦ ποιεῖς ταῦτα ἢ ὅτι υἱὸς εἶ τοῦ θεοῦ ποιῶν ταῦτα. διὰ τοῦτο τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με καὶ τὸ πάθος ὃ ἔχω θεραπεῦσαι. καὶ γὰρ ἤκουσα, ὅτι καὶ Ἰουδαῖοι κατα γογγύζουσί σου καὶ βούλονται κακῶσαί σε. πόλις δὲ σμικροτάτη μοί ἐστι καὶ σεμνή, ἥτις ἐξαρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ ἐν αὐτῇ. 9 Ἐπεὶ οὖν ὁ Ἀνανίας τῆς τε πρὸς τὸν κύριον αὐτοῦ εὐνοίας σαφῆ παρεῖχε τεκμήρια καὶ τῆς ὁδοῦ ἐτύγχανεν ἔμπειρος καὶ τὴν γραφικὴν τέχνην ἠπίστατο, δι' αὐτοῦ τὴν τοιαύτην ἐπιστολὴν πρὸς τὸν Ἰησοῦν ἐξαπέστειλεν ἐπισκήψας αὐτῷ, ὡς εἰ μὴ δυνηθείη πεῖσαι διὰ τοῦ γράμματος πρὸς αὐτὸν ἐλθεῖν τὸν Χριστόν, κἂν τὸ ὁμοίωμα τῆς μορφῆς αὐτοῦ μεταγραψάμενος ἀκριβῶς ἀγαγεῖν πρὸς αὐτόν, ἵν' ὡς ἐν σκιᾷ γοῦν διδαχθείη μὴ δι' ἀκοῆς μόνον ἀλλὰ καὶ διὰ τῆς ὄψεως, οἷός ἐστιν ὁ τῶν μεγάλων τούτων τεραστίων δημιουργός. 10 καὶ δὴ τὴν Ἰουδαίαν καταλαβὼν ὁ ἀποσταλεὶς εὗρε τὸν Χριστὸν ἐν ὑπαίθρῳ τῷ συρρεύσαντι δήμῳ διαλεγόμενον καὶ τερατουργοῦντα τὰ τῶν θαυμάτων ἐξαίσια. διὰ δὲ τὸ πλῆθος τῶν ἄλλου κατ' ἄλλην χρείαν ἐληλυθότων μὴ οἷός τε ὢν ὁ Ἀνανίας πλησιάσαι τῷ Ἰησοῦ, ἐπί τινα πέτραν μικρὸν ἀνεστηκυῖαν τῆς γῆς οὐ πόρρω τῆς τοῦ κυρίου διατριβῆς ἀπελθὼν ἐκαθέζετο καὶ, ὡς ἦν αὐτῷ καταφανὴς ὁ σωτὴρ τοῦ πλήθους ἀποκεκριμένος καὶ ὑπερανέχων τῶν πολλῶν, εὐθὺς ἐκείνῳ μὲν τοὺς ὀφθαλμούς, τῷ δὲ χάρτῃ τὴν χεῖρα προσήρειδε καὶ τὴν τοῦ φαινομένου μετέγραφεν ὁμοιότητα. 11 ἔγνω οὖν ταῦτα τῷ πνεύματι ὁ Χριστὸς καὶ τὸν Θωμᾶν μετακαλεσάμενος· "ἄπελθέ" φησι "πρὸς τόνδε τὸν τόπον καὶ τὸν ἐπὶ τῆς πέτρας καθεζόμενον ἄνθρωπον καὶ τὴν ἐμὴν μορφὴν μεταγράφοντα ἄγαγε πρός με, ἐπιφερόμενον καὶ ἣν οἴκοθεν ἦλθεν ἔχων ἐπιστολήν, ἵνα τὴν τοῦ ἀποστείλαντος