Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖν τὴν ἐπιστολὴν παρ' αὐτοῦ, εἶπεν αὐτῷ ὁ Χριστὸς καὶ τὴν αἰτίαν τῆς παρουσίας τῆς πρὸς αὐτὸν καὶ τὴν δύναμιν τῆς ἐπιστολῆς, εἶτα λαβὼν ταύτην καὶ διελθὼν ἑτέραν ἐπιστολὴν πρὸς Αὔγαρον ἀντεπέθηκεν ἐπὶ λέξεως οὕτως ἔχουσαν· 12 Μακάριος εἶ Αὔγαρε πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρακώς με. γέγραπται γὰρ περὶ ἐμοῦ τοὺς ἑωρακότας με μὴ πιστεύειν ἐν ἐμοὶ καὶ ἵνα οἱ μὴ ἑωρακότες με αὐτοὶ πιστεύσωσι καὶ ζήσωνται. περὶ δὲ οὗ ἔγραψάς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ ἀπεστάλην ἐνταῦθα πληρῶσαί με καὶ μετὰ τὸ πληρῶσαι ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με πατέρα. καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν μαθητῶν μου, ὅστις τὸ πάθος σου θεραπεύσει καὶ ζωὴν αἰώνιον καὶ εἰρήνην σοὶ καὶ τοῖς σὺν σοὶ παράσχοι καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανὸν πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς. 13 ἐπιδοὺς οὖν τῷ Ἀνανίᾳ τὴν τοιαύτην ἐπιστολὴν ὁ Χριστός, ἐπεὶ καὶ περὶ τοῦ τὴν ἑτέραν ἐντολὴν τοῦ κυρίου αὐτοῦ εἰς πέρας ἀγαγεῖν ἔγνω διαμεριμνῶντα αὐτὸν καὶ φροντίζοντα, τουτέστι τὴν τοῦ εἴδους αὐτοῦ ὁμοιότητα πρὸς ἐκεῖνον ἀπενεγκεῖν, νιψάμενος ὕδατι τὸ πρόσωπον ὁ σωτήρ, εἶτα τὴν ἀπὸ τούτου ἰκμάδα ἐν τῷ ἐπιδοθέντι αὐτῷ χειρομάκτρῳ ἀπομαξάμενος ἐντυπωθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐν αὐτῷ ᾠκονόμησε θείως καὶ ὑπὲρ λόγον, καὶ τοῦτο τῷ Ἀνανίᾳ ἐπιδοὺς τῷ Αὐγάρῳ ἐπιδοῦναι προσέταξεν, ὡς ἂν τοῦ τε πόθου παραμύθιον καὶ τῆς νόσου αὐτὸ σχῇ. 14 ὡς οὖν ὑποστρέφων μετὰ τούτων ὁ Ἀνανίας εἰς τὸ κάστρον Ἱεραπόλεως ἔφθασεν, ὃ τῇ μὲν τῶν Σαρακηνῶν φωνῇ Μεμβὶχ λέγεται, τῇ δὲ τῶν Σύρων Μαβούκ, ἔξωθεν τοῦ τοιούτου καταλύσας πολίσματος σωρείας κεράμων νεωστὶ κατασκευασθέντων ἐκεῖσε κειμένης, ἐνταῦθα τὸ ἱερὸν ἐκεῖνο ῥάκος ὁ Ἀνανίας ἀπέκρυψε. καὶ περὶ μέσας νύκτας πῦρ ἐφάνη πολὺ τὸ τοιοῦτον χωρίον κυκλοῦν ὡς ἐντὸς τοῦ ἄστεος δοκεῖν πάντα τὰ πέριξ πυρὶ καταφλέγεσθαι καὶ περὶ ἑαυτῶν ἤδη δείσαντας ὑπεξελθεῖν καὶ διερευνᾶσθαι περὶ τῆς ὁρωμένης πυρκαϊᾶς. ἐκεῖσε δὲ τὸν Ἀνανίαν εὑρεθέντα συνεῖχον ὡς αὐτουργὸν τοῦ τολμήματος καὶ διερευνῶντο περὶ τοῦ πράγματος, καὶ τίς τε εἴη αὐτὸς καὶ ποῖ βαδίζει καὶ ὅθεν, διεπυνθάνοντο. ὡς δὲ τῷ ἀλλοκότῳ τῆς αἰτιάσεως ὁ Ἀνανίας διηπορεῖτο, τέως τε ὅθεν εἴη καὶ πόθεν ἔρχεται καὶ τί ἐπιφέρεται διεσάφησε, καὶ ἀποθέσθαι ἐν τοῖς κεράμοις ἐδήλωσε τὸ ἐπιφερόμενον, ὅθεν ἐδόκει ἀνάπτεσθαι καὶ ἡ φλόξ, εὐθὺς δὲ ἐκεῖνοι τὴν τῶν λεγομένων διαγνῶναι βουληθέντες ἀλήθειαν καὶ τὸν τόπον διερευνησάμενοι εὗρον οὐ μόνον τὸ ὑπὸ τοῦ Ἀνανίου ἐκεῖσε ἀποτεθέν, ἀλλὰ καὶ ἐν τῷ πλησιάζοντι τῶν κεράμων ἑνὶ ἕτερον ἐκτύπωμα τοῦ θείου ἀπεικονίσματος παραδόξως καὶ ὑπὲρ νοῦν ἐπὶ τὸ ὄστρακον ἀπὸ τοῦ ὑφάσματος τῆς ἀγράφου μεταγραφείσης μορφῆς, ὃ καὶ θεασάμενοι καὶ θάμβους ὁμοῦ καὶ ἐκπλήξεως γενόμενοι ἔμπλεω διά τε τοῦτο καὶ διὰ τὸ μηδαμοῦ πῦρ εὑρεθῆναι καιόμενον, ἀλλ' ἀπὸ τῆς ἐν τῇ μορφῇ λαμπηδόνος δόξαι τὴν φλόγα ἐκπέμπεσθαι τὸν μὲν κέραμον τὸν ἀπομαξάμενον ἐν ἑαυτῷ τὸ θεῖον ἐκτύπωμα κατέσχον παρ' ἑαυτοῖς ὥσπερ τι κειμήλιον ἱερὸν καὶ πολύτιμον θησαυρὸν ἀπὸ τοῦ ὁραθέντος τὴν περὶ αὐτὸ στοχασάμενοι θείαν ἐνέργειαν, τὸ πρωτότυπον δὲ καὶ τὸν τούτου διάκονον δείσαντες κατασχεῖν ἀπέστειλαν πρὸς τὸν Αὔγαρον. καὶ νῦν ἐστι σωζομένη καὶ τιμωμένη παρὰ τοῖς τῆς τοιαύτης πολίχνης οἰκήτορσιν ἡ ἐν τῷ κεράμῳ μορφή, τῆς μορφῆς τῆς ἀγράφου ἡ ἄγραφος καὶ τῆς ἀχειροτεύκτου ἡ ἀχειρότευκτος. 15 ὁ δὲ Ἀνανίας τὴν προκειμένην αὐτῷ πορείαν διηνυκὼς τῷ κυρίῳ αὐτοῦ τὰ μεταξὺ διετράνωσεν, ἀποδοὺς καὶ ἃ ἐπεφέρετο σωτήρια σύμβολα. 16 καὶ οὗτος μὲν ὁ παρὰ τῶν πλειόνων λεγόμενος λόγος περὶ τῆς ἐν τῷ ὑφάσματι ταύτης ἀγράφου μορφῆς τοῦ σωτῆρος ἡμῶν. λέγεται δέ τις καὶ ἕτερος περὶ τούτου λόγος οὔτε τὸ πιθανὸν ἐκφεύγων οὔτε μαρτύρων χρηστῶν ἀπορῶν. διὸ καὶ τοῦτον ἐκθήσομαι, ἵνα μή τις ὑποτοπάσῃ ἐν τῷ ἀγνοεῖν με τοῦτον κρατύνειν τὸν ἕτερον. καὶ