Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκόνα διακομίζοντες, εὐθέως διὰ τῆς τοῦ βασιλέως θυγατρὸς ὁ δαίμων ἀνέκραξε θᾶττον ἐξέρχεσθαι καὶ διαμείβειν τὴν οἴκησιν τῆς τοῦ ἐρχομένου δυνάμεως ἕνεκα, μόνον εἰ τὸ μετακληθὲν ἀποστραφείη ὁμοίωμα καὶ μὴ τοῖς βασιλείοις μηδὲ τῇ πόλει Περσῶν προσπελάσῃ, καὶ πρὸς τοῦτο πολλὰ τοῦ βασιλέως ἐδεῖτο καὶ καθικέτευεν. ὑποσχομένου δὲ τοῦ βασιλέως ἐξελθόντος ἀπὸ τῆς κόρης τοῦ δαίμονος καὶ ἐν ὑγιεῖ καταστάσει γεγονυίας τῆς βασιλείου παιδός, ὁ Χοσρόης εἴτε τὴν τοῦ αἰτησαμένου δαίμονος ἀξίωσιν ἐκπληρῶν καὶ τὴν ὑπόσχεσιν ἐμπεδῶν εἴτε τὴν τοῦ ἐρχομένου δύναμιν δεδιὼς διὰ τὸ φαῦλον αὐτοῦ τῶν ἔργων καὶ μυσαρὸν ἀποστείλας ὑποστρέψαι πρὸς τὴν ἀφ' ἧς ἐξῆλθε πόλιν τὴν τοιαύτην εἰκόνα ἐκέλευσε καὶ δῶρα προσθεὶς παρ' ἑαυτοῦ πρὸς τοὺς ταύτην ἐκπέμψαντας. 42 ἦν οὖν παρὰ τοῖς Ἐδεσηνοῖς ὁ πολύτιμος ὄλβος οὗτος, ὁ ἀκένωτος θησαυρός, ἡ εἰκὼν ἡ πρωτότυπός τε καὶ ἄγραφος, τιμωμένη ἀεὶ πρὸς αὐτῶν καὶ ἀντιφρουροῦσα αὐτούς. 43 ἐπεὶ δὲ πρὸς τὴν βασιλεύουσαν ταύτην τῶν πόλεων τὰ πανταχόθεν συνερρύηκεν ἀγαθώτατά τε καὶ κάλλιστα· ἦν δὲ ἄρα θεῖόν τε βούλημα καὶ τὴν ἱερὰν ταύτην εἰκόνα ἐνταῦθα μετὰ τῶν ἄλλων ἀποθησαυρισθῆναι καλῶν ὁ τῆς Ῥωμαίων κυριεύων ἀρχῆς Ῥωμανὸς σπούδασμα ποιεῖται δι' ἑαυτοῦ ταύτης κατευμοιρῆσαι καὶ καταπλουτῆσαι τὴν βασιλεύουσαν. 44 καὶ δὴ κατὰ διαφόρους καιροὺς ἀποστείλας πρὸς Ἔδεσαν ᾐτεῖτο ταύτην αὐτῷ μετὰ τῆς αὐτογράφου τοῦ κυρίου ἐκπεμφθῆναι ἐπιστολῆς καὶ ἀντιδιδόναι καθυπισχνεῖτο αὐτοῖς εἰς ἀντάλλαγμα Σαρακηνούς τε μέχρι διπλῆς ἑκατοντάδος τὸν ἀριθμὸν καὶ ἀργύρου ἐπισήμου χιλιάδας δύο πρὸς μυριάδι μιᾷ. οἱ δὲ τῆς Ἐδέσης μὴ λυσιτελεῖν αὐτοῖς ἔλεγον τὴν φύλακα καὶ φρουρὸν τῆς οἰκείας πόλεως ἀργυρίου καὶ θνητῶν ἀνθρώπων ἀλλάξασθαι. 45 ὡς δὲ ὁ μὲν ἐπέκειτο καὶ αὖθις αἰτῶν, οἱ δὲ πολλάκις τὴν δέησιν παρεκρούοντο, τέλος κατὰ τοῦ ἑξακισχι λιοστοῦ τετρακοσιοστοῦ πεντηκοστοῦ δευτέρου ἔτους τῆς τοῦ κόσμου γενέσεως (ξφ. 21 24) ὁ τῆς Ἐδέσης ἀπέστειλεν ἀμηρᾶς, ἀξιῶν ἐγγράφῳ ἀσφαλείᾳ διὰ σφραγῖδος χρυσῆς ἐχούσης τὸ βέβαιον τὸν βασιλέα κατεγγυήσασθαι τοῦ μὴ πολεμίως ἐπέρχεσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα κατὰ τῶν τεσσάρων τούτων πόλεων· φημὶ δὴ τοῦ Ῥοχάν, ὅπερ τὴν Ἔδεσαν ἡ βάρβαρος ὀνομάζει φωνή, τοῦ Χαράν, τοῦ Σαρότζι καὶ τῶν Σαμοσάτων, μηδὲ ληΐζεσθαι τοὺς τούτων ἀγροὺς ἢ τοὺς ἐν αὐτοῖς κατοικοῦντας ἀνδραποδίζεσθαι, ἀπολυθῆναι δὲ αὐτῷ καὶ τοὺς διακοσίους ἀπὸ τῶν ὁμοφύλων Σαρακηνοὺς μετὰ τῆς προϋπεσχημένης τοῦ ἀργυρίου ποσότητος καὶ ἀνταποδοῦναι αὐτὸν τὴν ἐπιζητουμένην εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ. 46 ὁ δὲ βασιλεὺς τῇ ἐφέσει τοῦ τοιούτου καλοῦ πρὸς πάντα ὑπείξας τὰ προβαλλόμενα καὶ δοὺς τὰ αἰτούμενα, Ἀβράμιον τὸν θεοφιλῆ τοῦ Σαμοσάτου ἐπίσκοπον ἐνταῦθα κατ' ἐκεῖνο καιροῦ ἐπιχωριάζοντα ἐπὶ τῇ ἀναλήψει τῆς θείας εἰκόνος καὶ τῆς ἐπιστολῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐξαπέστειλε. 47 σκοπῶν δὲ καὶ ὁ ἀποστείλας καὶ ὁ διακονούμενος μὴ κατασοφισθῇ περὶ τὴν ἀπόδοσιν καὶ ἀντὶ τῆς ἀγράφου καὶ ἀληθοῦς ἡ μεταγραφεῖσα τότε διὰ τὴν Περσικὴν περίστασιν τούτῳ ἐπιδοθῇ ἀμφοτέρας ταύτας μετὰ καὶ ἑτέρας τῆς ἐν τῇ τῶν Νεστοριανῶν ἐκκλησίᾳ τιμωμένης, πάλαι καὶ αὐτῆς, ὡς ἔοικεν, ἀπὸ τῆς πρωτοτύπου μεταληφθείσης, ἐπιζητήσας, πρὸς πίστωσιν ἔλαβεν· αἳ καὶ αὖθις ἀνταπεδόθησαν μόνης ἐγκρατηθείσης τῆς κυρίας καὶ ἀληθοῦς. ἀλλὰ τοῦτο μὲν ὕστερον. 48 τότε δὲ στάσις παρὰ τῶν ἐν Ἐδέσῃ πιστῶν διηγείρετο καὶ θόρυβος τὴν πόλιν κατεῖχε συχνός, μὴ μεθιέντων ἀφαιρεθῆναι τὰ τιμιώτατα τῶν παρ' αὐτοῖς καὶ τῆς ἐνεγκαμένης αὐτῶν φυλακτήρια, ἕως ὁ τῶν Σαρακηνῶν ἀφηγούμενος τοὺς μὲν πείσας, τοὺς δὲ βιασάμενος, τοὺς δὲ καὶ ἀπειλαῖς σφαγῆς δεδιξάμενος ἐπιδοθῆναι αὐτὴν κατεπράξατο. 49 βροντῶν δὲ καὶ ἀστραπῶν μεθ' ὑετοῦ λαβροτάτου κατά τινα τύχην