Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπὶ δεκάτῃ τοῦ Αὐγούστου μηνὸς συνήθως τῶν βασιλέων τὴν ἑορτὴν ἀγόντων τῆς μεταστάσεως τῆς ἀειπαρθένου καὶ θεομήτορος ἐν τῷ πανσέπτῳ ταύτης κατὰ Βλαχέρνας ναῷ, περὶ δείλης ὀψίας κατέλαβον ἐκεῖσε οἱ τῶν τιμίων τούτων διάκονοι καὶ ἀπετέθη ἐν τῷ ὑπερώῳ εὐκτηρίῳ τοῦ τοιούτου θείου ναοῦ ἡ ἔνδον ἔχουσα τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν κιβωτός. καὶ προσελθόντες οἱ βασιλεῖς ἔξωθεν ταύτην σεβασμίως ἠσπάσαντο προσκυνήσαντες, εἶτα μετὰ τιμῆς καὶ δορυφορίας καὶ λαμπάδων συχνῶν πρὸς τὴν βασίλειον τριήρην ταύτην διακομίσαντες σὺν αὐτῇ κατέλαβον τὰ βασίλεια καὶ ἐν τῷ ἐκεῖσε θείῳ ναῷ, ὃς Φάρος ὠνόμασται ἴσως διὰ τὸ οἷον ἱμάτιον λαμπρὸν κεκαλλωπίσθαι, αὐτὸν περιττῶς ταύτην ἀπέθεντο. 57 τῇ δὲ ἱκνουμένῃ τῶν ἡμερῶν, ἥτις ἑξκαιδεκάτη τοῦ μηνὸς ἦν, μετ' αἰδοῦς καὶ εὐλαβείας πάλιν τὸν ἀσπασμὸν καὶ τὴν προσκύνησιν ποιησάμενοι καὶ λαβόντες αὐτὴν ἐκεῖθεν οἵ τε ἱερεῖς καὶ οἱ νεάζοντες βασιλεῖς· ὁ γὰρ γέρων οἰκουρὸς δι' ἀσθένειαν κατελείπετο, μετὰ ψαλμῶν καὶ ὕμνων καὶ δαψιλοῦς τοῦ φωτὸς διὰ τῆς πρὸς θάλασσαν καθόδου εἰς τὴν βασίλειον τριήρην αὖθις ἐνθέμενοι, τῆς πόλεως ἐν χρῷ σχεδὸν τὴν εἰρεσίαν ποιούμενοι, ἵνα τρόπον τινὰ διαζώσῃ τὸ ἄστυ διὰ τῆς ἐν θαλάσσῃ πορείας αὐτῆς, ἐκτὸς τοῦ πρὸς δύσιν τείχους τῆς πόλεως προσωρμίσθησαν. 58 ἔνθα τῆς νεὼς ἐκβάντες πεζοποροῦντες οἵ τε βασιλεῖς καὶ πάντες οἱ τῆς γερουσίας βουλῆς καὶ ὁ τῶν ἱερῶν κατάρχων μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος τῇ προσηκούσῃ δορυφορίᾳ ὡς ἄλλην κιβωτόν, μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, τὸ τῶν ἁγιωτάτων καὶ τιμίων φρουρὸν σκεῦος παρέπεμπον καὶ τὰ ἐκτὸς τοῦ τείχους μέχρι τῆς Χρυσῆς διελθόντες Πύλης. 59 εἶτα ἐκεῖθεν ἐντὸς γεγονότες τοῦ ἄστεος μετὰ μετεώρων ψαλμῳδιῶν καὶ ὕμνων καὶ ᾠδῶν πνευματικῶν καὶ ἀπείρου λαμπάδων φωτὸς τὴν πάνδημον συγκροτοῦντες παραπομπὴν διὰ μέσης τῆς πόλεως τῆν πορείαν διήνυον, ἁγιασμοῦ μεταλαβεῖν καὶ κρείττονος σθένους τὴν πόλιν διὰ τοῦτο πιστεύοντες καὶ ἀβλαβῆ καὶ ἀπόρθητον εἰς τὸν αἰῶνα συντηρηθήσεσθαι. 60 τοῦ δὲ σχολάζοντος ὄχλου πρὸς τὴν θέαν συντρέχοντος καὶ ὥσπερ κύματα μακρὰ τοῦ δήμου πολλαχόθεν κινουμένου τε καὶ συρρέοντος ἄνθρωπός τις τὰς βάσεις παρειμένος καὶ ἀσθενὴς ἀπὸ χρόνου μακροῦ τοῖς οἰκείοις διακόνοις ἐπερειδόμενος διανέστη πρὸς τὸ τὴν θείαν εἰκόνα διερχομένην ἰδεῖν καὶ ἅμα τῇ θέᾳ παραδόξως ὑγιωθεὶς καὶ γνοὺς ἰσχυροποιηθέντα τῶν βάσεων αὐτοῦ τὰ σφυρὰ προσέδραμεν αὐτοποδὶ βαδίζων καὶ κατησπάζετο τὴν τῆς εἰκόνος σορὸν καὶ ἐμεγάλυνε τὸν θεὸν τὸ θαῦμα τὸ ἐπ' αὐτῷ διηγούμενος. ὃν οἱ συμπαρόντες ἅπαντες θεασάμενοι καὶ τῶν ῥημάτων αὐτοῦ ἐπακούσαντες δόξαν ἀνέπεμψαν τῷ ἐπὶ πάντων θεῷ τῷ ποιοῦντι ἀεὶ θαυμάσια καὶ ἐξαίσια. 61 τοσαύτη δὲ χύσις δακρύων ὑφ' ἡδονῆς καὶ πρεσβεία καὶ δέησις πρὸς θεὸν καὶ εὐχαριστία παρὰ πάσης τῆς πόλεως γέγονεν τῆς θείας εἰκόνος καὶ τῆς σεβασμίας ἐπιστολῆς διὰ μέσου διερχομένων τοῦ ἄστεος, ὅσην οὐκ ἔνι λόγῳ ἐνδείξασθαι, ὡς ἡττωμένου τοῦ λόγου τῆς ὄψεως. τὰ γὰρ ὑπερβολὴν ἔχοντα τῶν πραγμάτων ὁρᾶν ἐστι μᾶλλον ἢ ἀκούειν καλόν, ἐπεὶ κατόπιν ὁ λόγος τῶν πραγμάτων εἴωθεν ἔρχεσθαι. 62 τὴν πρὸ τοῦ Αὐγουστείου τοίνυν φθάσαντες ἀγορὰν οἱ τῆς πανηγύρεως ἔξαρχοι καὶ τῆς εὐθείας ὁδοῦ μικρὸν πρὸς τὰ λαιὰ παρεκνεύσαντες τὸ τῆς θείας Σοφίας θεοῦ ἐπώνυμον ἱερὸν καταλαμβάνουσι τέμενος καὶ τῶν ἀδύτων τοῦ ἱλαστηρίου ἐντὸς τὴν τιμίαν εἰκόνα καὶ τὴν ἐπιστολὴν ἀποτίθενται. 63 ἐνταῦθα δὲ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος προσκυνήσαντος καὶ τὰ εἰκότα τιμήσαντος ἐξῆλθον πάλιν ἐκεῖθεν μετὰ τοῦ φόρτου τοῦ ἱεροῦ οἱ τελοῦντες τὴν πρόοδον καὶ τὰ τῶν βασιλείων καταλαβόντες ἀνάκτορα ἐν τῷ κατ' ἐπωνυμίαν Τρικλίνῳ Χρυσῷ ἐπὶ τοῦ βασιλείου θρόνου, ἐν ᾧ περὶ τῶν μεγίστων χρηματίζειν εἰώθασι, τὴν θείαν εἰκόνα τέως ἱδρύουσιν ἁγιασθῆναι πάντως καὶ τὴν