Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τούτων ἀνεκινοῦντο καὶ τὸ θεῖον ἐπισημαίνεσθαι τοῖς πραττομένοις διεβεβαίουν μὴ κατὰ θείαν βούλησιν γίνεσθαι τὴν ἐντεῦθεν τῶν ἁγιωτάτων τούτων μετάστασιν· ἀλλὰ τοῦ τῶν Σαρακηνῶν ἀρχηγοῦ, ὑφ' ᾧ τὸ πᾶν τῆς ἐξουσίας ἀνέκειτο, ἐμμένειν τοῖς ὡμολογημένοις κρίνοντος δεῖν καὶ ἐκπληροῦν τὴν ὑπόσχεσιν, ἐξῄει τῆς πόλεως τὸ τιμαλφέστατον ἀπεικόνισμα καὶ τὸ χριστόγραφον ἐπιστόλιον καὶ πρὸς τὰ ἐνταῦθα διεκομίζετο. 50 καὶ δὴ τὴν ὁδὸν διανύοντες οἱ ταῦτα ἐπιφερόμενοι τὸν Εὐφράτην κατέλαβον. καὶ πάλιν θόρυβος οὐδενὸς τῶν προτέρων ἐλάττων ἐγείρεται, ὡς εἰ μή τι σημεῖον θεόθεν δειχθῇ, οὐδ' ἂν εἴ τι γένηται, προΐσοιντο τὰ συνεκτικὰ τῆς ἀσφαλείας αὐτῶν. δίδοται τοίνυν σημεῖον αὐτοῖς ἀπίστοις οὖσι καὶ ἐκπειράζουσιν. ἡ γὰρ ναῦς, μεθ' ἧς τὸν Εὐφράτην περαιωθῆναι αὐτοῖς προὔκειτο, ἔτι πρὸς τὰ τῆς Συρίας ὁρμιζομένη μέρη, ὡς μόνον εἰσῆλθον ἐν αὐτῇ οἱ ἐπίσκοποι τὴν θείαν εἰκόνα καὶ τὴν ἐπιστολὴν ἐπικομιζόμενοι, ἔτι τοῦ σάλου τοὺς στασιώτας κατέχοντος, ἐξαίφνης χωρὶς ἐρετῶν χωρὶς τοῦ κυβερνῶντος ἢ ἕλκοντος πρὸς τὴν ἀντιπέρας κατῇρε γῆν μόνῳ τῷ θείῳ κυβερνωμένη βουλήματι, ὃ δὴ τοὺς προστυχόντας καὶ ἰδόντας ἅπαντας θάμβους ἐπλήρωσε καὶ ἐκπλήξεως καὶ ἑκόντας παραχωρῆσαι τὴν ἔκπεμψιν ἔπεισεν. 51 ἐντεῦθεν καταλαμβάνουσι τὰ Σαμόσατα οἱ τῶν φερομένων διάκονοι· ἦσαν δὲ ὁ τῶν Σαμοσάτων καὶ ὁ τῆς Ἐδέσης ἀρχιερεὺς καὶ ὁ τούτου πρωτοπρεσβύτερος καὶ ἕτεροί τινες τῶν εὐλαβεστέρων Χριστιανῶν, οἷς καὶ ὁ τοῦ ἀμηρᾶ ὑπηρέτης συνῆν, ὃς ἀπὸ Ῥώμης κατωνομάζετο. ἐνταῦθα ἐπί τινας ἡμέρας χρονοτριβήσαντες πολλῶν ἐκεῖσε θαυμάτων γεγονότων εἴχοντο τῆς ὁδοῦ. 52 καὶ πάλιν ἄπειρα θαύματα ἐτελεῖτο ἐν τῇ ὁδῷ ὑπὸ τῆς ἱερᾶς εἰκόνος καὶ τῆς ἐπιστολῆς τοῦ Χριστοῦ. τυφλοὶ γὰρ ἀπροόπτως ἀνέβλεπον καὶ χωλοὶ ἐδείκνυντο ἄρτιοι, κλινήρεις τε πολυχρόνιοι ἥλαντο καὶ οἱ ξηρὰς ἔχοντας τὰς χεῖρας ὑγιοῦντο καὶ συνελόντι φάναι πᾶσα νόσος καὶ μαλακία ἐδραπετεύετο καὶ ἐδόξαζον οἱ ἁγιαζόμενοι τὸν θεὸν καὶ ἀνύμνουν αὐτοῦ τὰ θαυμάσια. 53 ἤδη οὖν τὸ πολὺ τῆς ὁδοῦ διανύσαντες φθάνουσι καὶ εἰς τὴν τῆς ὑπεραγίας θεοτόκου μονήν, ἣ τὰ Εὐσεβίου κατονομάζεται ἐν τῷ τῶν Ὀπτιμάτων λεγομένῳ τυγχάνουσαν θέματι. ἐν τῷ ναῷ δὲ τοῦ τοιούτου φροντιστηρίου ἁγιοπρεπῶς ἡ τὴν τερατουργὸν εἰκόνα κρύπτουσα θήκη ἐναποτίθεται καὶ πολλοὶ προσελθόντες ἐξ εἰλικρινοῦς διαθέσεως ἀπὸ τῶν οἰκείων νόσων ἰάθησαν. ἔνθα καί τις προσῆλθεν ὑπὸ δαίμονος ἐνοχλούμενος, ᾧ καθάπερ ὀργάνῳ τὸ πονηρὸν ἀποχρώμενον πνεῦμα καὶ πολλὰ τῶν εἰς ἔπαινον ἡκόντων τῆς εἰκόνος καὶ τῆς ἐπιστολῆς δι' αὐτοῦ ἐκφωνοῦν, ἐπεὶ καὶ πάλαι· "οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραήλ", πρὸς τὸν κύριον ἔλεγον οἱ τῆς ὁμοίας μερίδος αὐτῷ· τέλος καὶ τάδε οἱονεὶ ἀπεφοίβαζεν· "ἀπόλαβε", λέγον "Κωνσταντινούπολις δόξαν καὶ χαρὰν καὶ σύ, Κωνσταντῖνε Πορφυρογέννητε, τὴν βασιλείαν σου". καὶ τούτων ῥηθέντων ἰάθη ὁ ἄνθρωπος καὶ ἀπελύθη παραχρῆμα τῆς τοῦ δαίμονος ἐπιθέσεως. 54 τούτων δὲ πολλοὶ καθεστήκασι μάρτυρες τῶν ῥημάτων. τοῦ γὰρ βασιλέως εἰς τιμὴν καὶ ὑπάντησιν τοῦ ποθουμένου τοὺς πρώτους σχεδὸν τῆς ἐν τέλει βουλῆς ἀποστείλαντος καὶ τούτοις τῶν ἐκ τῆς δορυφόρου τάξεως συνεξελθόντων πολλῶν συνέβη μαγίστρους καὶ πατρικίους μετὰ τῶν ἐκ τῶν ὑποβεβηκυιῶν τάξεως εἶναι τοὺς ἀκουστάς τε καὶ μάρτυρας. 55 καὶ ἐπεὶ τὰ ῥηθέντα τὴν ἔκβασιν θᾶττον ἐδέξαντο, ἀπορῆσαι ἄξιον πόθεν ἡ πρόγνωσις τῷ δαίμονι προσεγένετο. οὐ γὰρ ἔχειν πιστεύονται ταύτην οἴκοθεν τῆς θείας δόξης ἀπολισθήσαντες καὶ σκότος ἀντὶ φωτὸς χρηματίσαντες. ἢ δῆλον ὅτι καθάπερ τῷ Βαλαὰμ ἡ θεία δύναμις ἐχρῆτο διακόνῳ τοῦ τότε προαγορεύματος καὶ ἄλλοτε ἄλλοις οὐκ ἀξίοις πολλάκις τοῦ πράγματος κατ' οἰκονομίαν πάντως τινὰ σοφὴν καὶ εὐμήχανον, οὕτω καὶ νῦν ἡ ἐν τῷ θείῳ ἀπεικονίσματι δύναμις τῷ δαίμονι ἀπεχρήσατο καὶ δι' αὐτοῦ τὰ μετ' ὀλίγον