Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λόγος εἰς ἡδονὴν ἀκοῆς ἢ ἀπάτην παρ' ἡμῶν συμπλασθείς, ἀλλὰ τρεῖς ὁμοῦ πατριάρχαι, Ἰὼβ Ἀλεξανδρείας, Χριστοφόρος Ἀντιοχείας καὶ Βασίλειος Ἱεροσολύμων ἀνέγραψαν καὶ οὕτως ἔχειν ταῦτα ἐγνώρισαν Θεοφίλῳ γράφοντες τῷ βασιλεῖ τὰς ἱερὰς εἰκόνας ἐξυβρικότι, ὅτε διὰ πολλῶν ἀποδεικνύντες τὸ τῶν θείων εἰκόνων ἱερὸν καὶ σεβάσμιον καὶ περὶ τούτου διέλαβον, καὶ ἔξεστι τῷ βουλομένῳ τὴν πολύστιχον ἐκείνην ἐπιστολὴν ἀναλέξασθαι καὶ περὶ τούτου μαθεῖν. 36 ἀλλὰ καὶ τῇ Εὐαγρίου ἐκκλησιαστικῇ ἱστορίᾳ εἴ τις φιλοπόνως ἐνέτυχεν, ἔγνω πάντως οἷα περὶ τῆς ἱερᾶς ταύτης εἰκόνος κατὰ τὸν τέταρτον λόγον φησίν. ἀναγράφει γὰρ ὡς μετὰ τῶν ἄλλων ὁ Χοσρόης καὶ τοῦτο πεποίηκε θέλων περιφανῶς ἐλέγξαι ψευδῆ τὸν παρὰ Χριστιανοῖς θρυλούμενον περὶ τῆς τοιαύτης πόλεως λόγον, ὡς εἴη ἀπόρθητος. ξύλων γάρ τι μέγα χρῆμα καὶ πλῆθος ἄπειρον ἐν βραχεῖ τῇ τοῦ στρατεύματος πολυχειρίᾳ συναθροίσας ἐξ ἐπιτάγματος καὶ ταῦτα κατὰ δύο τοίχους πηξάμενος κύκλῳ τῆς πόλεως, εἶτα χοῦν κατὰ τὸ μέσον ἐπεμβαλὼν καὶ ἀντιμέτωπον ἄλλο τεῖχος οἰκοδομῶν ὑψηλότερος ἐγίνετο τῶν τῆς Ἐδέσης τειχῶν καὶ ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν ὑπὲρ τῆς πόλεως προκινδυνευόντων ὅσον οὔπω ἀφίεσθαι ἔμελλεν. 37 ὅπερ οἱ Ἐδεσηνοὶ ὥσπερ ὄρος ἀντικρὺ τῶν τειχῶν ὁρῶντες ἐξεγειρόμενον δι' οὗ ὡς ἐκ τοῦ ἰσοπέδου τοὺς πολεμίους ἐπιβῆναι τοῦ ἄστεος ἤλπιζον ἐν ἀμηχανίᾳ καίπερ ὄντες, ἀντιμηχανώμενοι δὲ ὅμως τὰ δυνατὰ καὶ αὐτοὶ διώρυγα ἐπεχείρουν πρὸ τοῦ νεοσυστάτου ἐκείνου τείχους ὀρύξασθαι, ὡς ἂν εἰ δυνηθεῖεν τὰ πρὸ τοῦ χώματος ὑφάψαι σταυρώματα πρὸς τὴν διώρυγα τὸν χοῦν ὑποσπάσωνται καὶ οὕτως τὸ μέγα τεῖχος ἐκεῖνο οἷον ἐξ ὀνείρου ἀναπλασθὲν θᾶττον κατενεχθῇ καὶ διαρρυῇ. 38 ἐπεὶ δὲ τὸ μὲν ὄρυγμα διήνυστο, πῦρ δὲ τοῖς ξύλοις ἐνιέντες τοῦ σκοποῦ διημάρτανον μὴ δυναμένου τοῦ πυρὸς διὰ τὸ συμπεπιλημένον ἔνδον εἶναι τὸν χοῦν καὶ τὰ ξύλα ἔτι χλωρὰ κενοῦ τινος δίχα τῆς ὕλης ἐμπεριδράξασθαι, τὴν ἱερὰν ταύτην εἰκόνα εἰς τὴν νεότευκτον ἐκείνην τάφρον εἰσαγαγόντες καὶ ὕδωρ ἐκ ταύτης καθαγιάσαντες καὶ τοῦτο τῇ πυρᾷ καὶ τοῖς ξύλοις προσεπιρράναντες ἐνεργὸν γενέσθαι τὸ πῦρ κατεπράξαντο· καὶ τῇ πίστει τῶν δεδρακότων τῆς θείας συνεπιλαβομένης δυνάμεως, ὡς ἔλαιον τὸ ὕδωρ ἐγένετο τῷ πυρὶ καὶ ἐξῆψε τὴν φλόγα καὶ κατανάλωσεν ἅπαν τὸ προστυχόν. τότε οὖν ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἅλωσιν τῆς πόλεως ἀπογνοὺς καὶ τὴν βοήθειαν ὅθεν ἔσχον μαθὼν πρὸς συμβιβάσεις ἐχώρησε καὶ σπονδὰς εἰρηνικὰς ποιησάμενος πρὸς τὰ οἰκεῖα ἀνθυπενόστησεν. 39 ἔμελλε δὲ ἄρα καὶ οὗτος οὐκ εἰς μακρὰν εὐεργεσίας τυχεῖν ἀπὸ τῆς ἱερᾶς ταύτης εἰκόνος, τῆς τῶν πολεμίων αὐτοῦ εὐεργέτιδος καὶ τῶν ἑαυτοῦ ἀναιρέτιδος. τὸ γὰρ τούτου θυγάτριον ὑπὸ δαιμονίου πνεύματος συσχεθὲν καὶ τῆς κατὰ φύσιν ἐκστὰν καταστάσεως ἐβόα συνεχῶς δι' αὐτοῦ ἐνεργούμενον· εἰ μὴ ἐξ Ἐδέσης ἡ ἀχειροποίητος ἔλθῃ εἰκών, ἐντεῦθεν τὸν ἔνοικον τούτου μὴ ἐξελεύσεσθαι. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ τὰ ἐπὶ τῆς πολιορκίας ἀναλογισάμενοςοὐδὲ γὰρ οὐδ' αὐτὸν ἡ παράδοξος ἐξαίφνης ἰσχὺς καὶ τὸ θάρσος διέλαθε τῶν Ἐδεσηνῶν γράφει παραχρῆμα πρός τε τὸν τῆς πόλεως προεξάρχοντα καὶ πρὸς τὸν μητροπολίτην Εὐλάλιον καὶ πρὸς τὸ κοινὸν τῆς πόλεως ἀποσταλῆναι θᾶττον αὐτῷ τὸ θεῖον καὶ πανσθενὲς ἀπεικόνισμα, προσθεὶς καὶ τὴν αἰτίαν τὴν τῆς θυγατρὸς συμφορὰν καὶ παντοίως ἀξιῶν τε καὶ βιαζόμενος μὴ ἀποτυχεῖν τῆς αἰτήσεως. 40 οἱ δὲ τό τε τοῦ Περσικοῦ ἤθους ἄπιστον ὑπονοοῦντες καὶ ὑποπτεύοντες δόλῳ βούλεσθαι τὸν Πέρσην τὴν αὐτῶν ὑφελέσθαι ἰσχὺν καὶ μὴ προέσθαι τὴν προστάτιν καὶ εὐεργέτιδα προνοούμενοι, ἀλλὰ μηδὲ τὴν εἰρήνην λῦσαι τῆς τοιαύτης προφάσεως ἕνεκα βουλὴν βουλεύονται συνετὴν καὶ λυσιτελοῦσαν αὐτοῖς. μεταγράψαντες γὰρ ἴσην κατὰ πάντα καὶ ὁμοίαν ὡς ἐνῆν εἰκόνα τῆς ἀγράφου