Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀ

 τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα. 6 ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ

 αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖ

 πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦ

 ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χρισ

 ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξητα

 τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λό

 γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκ

 ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τού

 ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπ

 ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ σ

ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξηται. 29 ἔρρει τοίνυν ὁ χρόνος διὰ μέσου πολὺς καὶ τῆς ἐξ ἀνθρώπων μνήμης ἀπερρύη καὶ ἡ ἀναστήλωσις τῆς ἱερᾶς ταύτης εἰκόνος καὶ ἡ ἀπόκρυψις. ὡς οὖν ἐν τοῖς οἰκείοις καιροῖς Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς τὰς τῆς Ἀσίας πόλεις πορθῶν καὶ πρὸς τὴν Ἔδεσαν ἔφθασε καὶ πρὸ ταύτης πηξάμενος χάρακα πᾶσαν μηχανὴν ἐκίνει καὶ πᾶν τὸ πρὸς ἅλωσιν πόλεως ἐπιτήδειον ὄργανον ἐξηρτύετο, ἐτεκταίνετο δὲ πάντα τὰ πρὸς ἀφέσεις βελῶν, κατασείσεις τειχῶν, διαθραύσεις πυλῶν· ἐν τοσούτῳ κινδύνῳ οἱ Ἐδεσηνοὶ γεγονότες ἐπενόουν μὲν τὰ δυνατὰ καὶ αὐτοὶ πρὸς ἀντιπαράταξιν, διεπρεσβεύοντο δὲ περὶ βοηθείας καὶ πρὸς τοὺς Ῥωμαίων στρατηγούς. Ἰλίων δὲ ὁ τότε τῶν Ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος, καὶ καθ' ἑαυτὸν ὑπὸ τῶν πολεμίων πονούμενος, τοῖς ἐν Ἐδέσῃ συμμαχίαν πέμψαι οὐχ οἷός τε ἦν, διὰ γραμμάτων δὲ παρεθάρρυνε τῆς τοῦ κυρίου ἀναμιμνήσκων ἐπιστολῆς καὶ τῆς ἀψευδοῦς ἐν αὐτῇ ἀποφάσεως, δι' ἧς ἀπόρθητον τηρεῖσθαι τὴν πόλιν καὶ λέγεται καὶ πιστεύεται. 30 οἱ δὲ Πέρσαι μετὰ τῆς ἐμφανοῦς ἐπιθέσεως καὶ τὰ ἀφανῶς ἐπενόουν ἐπιβουλεύοντα καὶ πόρρωθεν ὀρύττειν ἀρξάμενοι δι' ὑπονόμων ἔνδον γενέσθαι τῆς πόλεως ἐτεχνάζοντο. ὡς δὲ ἦσαν οἷον ὕφυδροι κολυμβηταὶ τοῦ τείχους ἐντὸς ὑπὸ γῆν ἐκ τοιαύτης αἰτίας καταφανὴς τοῖς ἔνδον γέγονεν ἡ ἐπιβουλή· συνέβη κατ' ἐκεῖνο τὸ μέρος ἔνδον τοῦ τείχους χαλκέα οἰκεῖν, οὗ τὰ κατὰ τὴν οἰκίαν αἰωρούμενα σκεύη χαλκᾶ ἦχον ἀπετέλει, τῶν Περσῶν ὑπὸ γῆν κοπτόντων καὶ ἐκφορούντων τὸν χοῦν. ἐν ἀμηχανίᾳ οὖν καὶ τῇ ἐσχάτῃ ἀπογνώσει οἱ τῆς πόλεως καταστάντες πρὸς τὸν θεὸν καταφεύγουσι καὶ μετ' ὀδύνης καρδίας καὶ δακρύων ἐξεζήτουν αὐτόν. 31 φαίνεται τοίνυν διὰ νυκτὸς τῷ ἐπισκόπῳ, Εὐλάλιος δὲ οὗτος ἦν, γυνή τις εὐσταλὴς καὶ κοσμία κρεῖττον ἢ κατὰ ἄνθρωπον ὑποτιθεμένη αὐτῷ τὴν ἀχειροποίητον εἰκόνα λαβεῖν τοῦ Χριστοῦ καὶ λιτανείαν μετ' αὐτῆς ποιήσασθαι· καὶ πάντως δεῖξαι τὸν κύριον τὰ θαυμάσια αὐτοῦ. ὁ δὲ ἐπίσκοπος παντελῶς ἀγνοεῖν ἔλεγεν, εἰ ἔστιν ὅλως εἴτε παρ' αὐτοῖς εἴτε παρ' ἄλλοις τισὶν ἡ τοιαύτη εἰκών. τότε λέγει πρὸς αὐτὸν ἡ ἐν γυναικείῳ φαινομένη τῷ σχήματι, ὅτι ἐπάνω τῆς πύλης τῆς πόλεως ἐν τῷδε τῷ τόπῳ διὰ τόνδε τὸν τρόπον ἡ τοιαύτη εἰκὼν ἀποκέκρυπται. 32 ἕωθεν οὖν ὁ ἐπίσκοπος τῷ ἐναργεῖ τῆς ὄψεως πεποιθὼς μετὰ λιτῆς πρὸς τὸν τόπον ἐλθὼν καὶ διερευνησάμενος εὗρε τὴν θείαν ταύτην εἰκόνα ἀδιαλώβητον καὶ τὴν θρυαλίδα ἐν τοῖς τοσούτοις μὴ ἀποσβεσθεῖσαν ἔτεσιν καὶ ἐν τῷ πρὸς φυλακὴν ἐπιτεθέντι πρὸ τοῦ λύχνου κεράμῳ ἐπεκτυπωθὲν ἕτερον ὁμοίωμα τοῦ ὁμοιώματος, ὃ καὶ μέχρι τοῦ νῦν ἐν Ἐδέσῃ τυγχάνει σωζόμενον. 33 λαβὼν οὖν μετὰ χεῖρας τὸ θεῖον τοῦτο τοῦ θεανθρώπου Χριστοῦ ἀπεικόνισμα καὶ ἐπὶ κρείττονος ἐλπίδος γενόμενος ἔρχεται κατ' ἐκεῖνον τὸν τόπον, καθ' ὃν οἱ Πέρσαι διορύττοντες ἀπὸ τοῦ τῶν χαλκωμάτων ἤχου κατάφωροι καθεστήκεσαν. καὶ ἀρξαμένων ἔνδοθεν ὀρύττειν τῶν τῆς πόλεως, ὡς ἐγγὺς ἀλλήλων ἐγένοντο ἀπὸ τῆς λυχνίας ἐκείνης ἔλαιον ἐπιστάξαντες εἰς τὸ κατὰ τῶν πολεμίων αὐτοῖς εὐτρεπισμένον πῦρ καὶ κατὰ τῶν ἐν τῷ ὑπονόμῳ Περσῶν ἀφέντες πάντας ἀπώλεσαν καὶ τῆς ἐντεῦθεν ῥυσθέντες ἐπιβουλῆς πρὸς τὰς ἐκτὸς τοῦ τείχους μηχανὰς τὴν ὁμοίαν πεῖραν προήνεγκαν καὶ ταύτας ἀθρόως κατέφλεξαν καὶ πολλοὺς τῶν ἐν αὐταῖς πολεμίων ἀνάλωσαν. ἤδη δὲ ἀνατεθαρρηκότες καὶ λίθων ἀφέσεις συχνῶν ἀπὸ τῶν τειχῶν ἐπεποίηντο, ὑφ' ὧν καὶ τὸν στρατοπεδάρχην τοῦ πολεμίου στρατεύματος συνέβη πεσεῖν καὶ ἄλλους πολλοὺς σὺν αὐτῷ· 34 οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἔξωθεν ὑπὸ τῶν Περσῶν ἀναφθεῖσαν κατὰ τῶν ἔνδον πυράν, ἣν ἄπειρος ὕλη ἐλαιῶν τε καὶ ἄλλων συχνῶν κατακοπέντων δένδρων ὑπέτρεφε, κατ' αὐτῶν γενέσθαι ἡ τῆς συμμάχου θείας εἰκόνος πεποίηκε δύναμις· ὡς γὰρ ἄνωθεν ὁ Εὐλάλιος ταῖς οἰκείαις τοῦ τείχους ἐφαπλώσας ταύτην παλάμαις τὴν πόλιν διώδευεν, ἐξαίφνης ὡς κατὰ τὸν τόπον τοῦτον ἐγένετο, βίαιος ἄνεμος ἐγερθεὶς κατὰ