βραχίων τὸν ἐξ αὐτῆς φύντα Λόγον. Ὑπερηφάνους δὲ λέγει τοὺς πονηροὺς δαίμονας μετὰ τοῦ ἄρχοντος αὐτῶν πεσόν τας δι' ἔπαρσιν, καὶ τοὺς Ἑλλήνων σοφοὺς τὴν δοκοῦ σαν τοῦ κηρύγματος μωρίαν μὴ προσδεξαμένους, καὶ Ἰουδαίους πιστεῦσαι μὴ βουληθέντας, οἵτινες διεσκορπίσθησαν, ἀνάξια διανοηθέντες περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· δυνάστας δὲ τοὺς Γραμματεῖς, καὶ Φαρισαίους φησὶ τοὺς τὰς πρωτοκαθεδρίας μεταδιώκοντας. (A f. 9 b, Ε f. 59, H f. 48.) Οἰκειότερον δὲ ταῦτα περὶ τῶν ἀλιτηρίων δαιμόνων νοεῖν· τούτους γὰρ καταθρασυνομένους τῆς ὑπ' οὐρανὸν διεσκόρπισεν ἐπιδημήσας ὁ Κύριος, καὶ τοὺς αἰχμαλωτισθέντας ὑπ' αὐτῶν, πρὸς τὴν ὑπακοὴν ἑαυτοῦ ἀντιμετέστησε. Ταῦτα γὰρ πάντα ἀκολούθησε τῇ προφητείᾳ· Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε τα πεινούς. (A f. 9 b, H f. 48) Μεγάλα ἐφρόνουν 72.480 οἱ σκορπισθέντες δαίμονές τε καὶ διάβολος, Ἑλλήνων τὲ σοφοὶ (ὡς ἔφην) καὶ Φαρισαῖοι καὶ Γραμματεῖς· ἀλλὰ τούτους καθεῖλε, καὶ ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, δεδωκὼς αὐτοῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἀπρακτῆσαι δὲ τὰς καθ' ἡμῶν ποιήσας βουλὰς τῶν τῇ διανοίᾳ ὑπερηφάνων· ἦσάν ποτε καὶ Ἰουδαῖοι τῇ δυναστείᾳ γαυρούμενοι· ἀλλὰ καθῃρέθησαν δι' ἀπιστίαν· οἱ δὲ ἐξ ἐθνῶν ἄσημοι ὄντες καὶ εὐτελεῖς, διὰ πίστιν ὑψώ θησαν. Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦν τας ἐξαπέστειλε κενούς. (B f. 16, H f. 44 b, Ε f. 59 b) Πεινῶντας μὲν τὸ γένος τῶν ἀνθρώπων λέγει· ἐλίμωττον γὰρ πλὴν Ἰουδαίων μόνων· οὗτοι δὲ ἐπλούτουν τῇ νομοθεσίᾳ, τῇ διδασκαλίᾳ τῶν ἁγίων προφητῶν· αὐτῶν γὰρ νομοθεσία ἡ υἱοθεσία, ἡ λατρεία, αἱ ἐπαγγελίαι· ἀλλ' οὗτοι μὲν ὑπερμαζήσαντες, καὶ λίαν τῷ ἀξιώματι ἐπαρθέντες, διὰ τὸ μὴ ταπεινῶς προσελθεῖν τῷ ἐνανθρωπήσαντι, ἐξαπεστάλησαν κενοὶ, μηδὲν ἐπιφερόμενοι, μήτε πίστιν, μήτε γνῶσιν, μήτε ἐλπίδα ἀγαθῶν· ἐκπεπτώκασι γὰρ καὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ, καὶ τῆς μελλούσης ἠλλοτριώθησαν ζωῆς τε καὶ δόξης, ἐπειδὴ οὐκ ἐδέξαντο τὸν ἀρχηγὸν τῆς ζωῆς, ἀλλὰ καὶ ἐσταύρωσαν τὸν Κύριον τῆς δόξης, καὶ ἐγκατέλιπον τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, καὶ ἐξουθένησαν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατελθόντα· διὰ τοῦτο καὶ ἦλθεν ἐπ' αὐτοὺς λιμὸς ὁ πάν των χαλεπώτατος, καὶ δίψα δίψης ἁπάσης πικροτέρα· οὐ γὰρ ἦν λιμὸς ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πεινῶντες καὶ διψῶντες καὶ ἐν κακοῖς τὴν ψυχὴν τηκόμενοι, ἐπειδὴ τὸν Κύριον προσήκαντο, ἐνεπλήσθησαν τῶν πνευματικῶν ἀγαθῶν· μετέβη γὰρ εἰς αὐτοὺς τὰ τῶν Ἰουδαίων καλά. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους. (Ε f. 59 b, F f. 744) Ἀντελάβετο Ἰσραὴλ, οὐ τοῦ κατὰ σάρκα, τοῦ τῷ ὀνόματι ψιλῷ σεμνυνομένου, ἀλλὰ τοῦ κατὰ πνεῦμα, τοῦ τὴν δύναμιν τῆς προσηγορίας τετηρηκότος, τουτέστιν τῶν εἰς αὐτὸν ὁρώντων καὶ πιστευόντων καὶ δι' αὐτοῦ τοῦ Υἱοῦ υἱοθετουμένων, καθὼς καὶ τοῖς πάλαι προφήταις καὶ πατριάρχαις ὁ λόγος καὶ ἡ ὑπόσχεσις· δύναται δὲ καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες ἐπίστευσαν. "Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ, καθὼς ἐπηγγείλατο τῷ Ἀβραάμ." Καὶ εἰς πέρας ἤγαγεν ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι "Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς·" ἐπληροῦτο δὲ αὕτη ἡ ἐπαγγελία, ἐξ αὐτῆς μέλλοντος γεννᾶσθαι τοῦ κοινοῦ Σωτῆρος Χριστοῦ, ὅς ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ἐν ᾧ τὰ ἔθνη εὐλογοῦνται· "Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο," καθώς φησιν ὁ Ἀπόστολος, καὶ οὕτω τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐπλήρωσε. 72.481 Ἤγειρε κέρας σωτηρίας ἡμῖν. (Ε f. 26, H f. 54 b) Λαμβάνεται δὲ τὸ κέρας οὐ μόνον ἀντὶ δυνάμεως, ἀλλὰ καὶ ἀντὶ βασιλείας· ἀμφότερα δὲ ὁ Χριστός ἐστιν, ὁ ἐκ τῆς πατριᾶς καὶ τοῦ γένους ∆αβὶδ ἀνατείλας ἡμῖν Σωτήρ· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν