2
πρὸς ἀπόλαυσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπούδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αὐτῆς, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὸ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο 7.2.2 καὶ τοῖς ἰδίοις εὐξάμενοι παισὶν ὡς μόνον ἀγαθὸν παρεῖναι. ἔνθεν οἱ μὲν τὰ χορηγὰ τῆς ἐνσάρκου ζωῆς ἥλιον εἶναι καὶ σελήνην καὶ ἀστέρας ὑποτοπήσαντες καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεοὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀποφηνάμενοι· οἱ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι' ὧν αὐτοῖς τὰ σώματα τρεφόμενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετιμήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποιναν αὐτῶν ἡδονήν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν· οἱ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας, τυράννους τινὰς καὶ δυνάστας, δι' ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν, τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἱ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· οἱ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ' ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφή7.2.3 ναντο, τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι. ταύτη δ' οὖν τὸ πάντων ἀνθρώπων γένος ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ ἡδονῇ θεῷ, μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλωμένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. «αἵ τε γὰρ θήλειαι αὐτῶν», κατὰ τὸν ἱερὸν ἀπόστολον, «μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.» 7.2.4 ταύτη καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαὶ καὶ ἐπὶ γαστέρα πεσόντες ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν, ἔν τε ᾠδαῖς καὶ ὕμνοις ἔν τε θεῶν ἑορταῖς ἔν τε ταῖς πανδήμοις θέαις μόνης τῆς αἰσχρᾶς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς, εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ' ἡμῖν ἀνῃρῆσθαι· «Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων.» 7.2.5 καὶ τὰ μὲν τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς πολλὰς καὶ 7.2.6 ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα. ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβεβλημένοι τὴν πλάνην, εἰκότα δὴ αὐτοῖς ἡδονῇ θεῷ καὶ κακῷ δαίμονι χρωμένοις ἐπὶ κακοῖς κακὰ συνηγείρετο, γυναιμανίαις καὶ ἀρρένων φθοραῖς μητρογαμίαις τε καὶ θυγατρομιξίαις τὸν πάντα καταφυρομένοις βίον καὶ τὴν ἄγριον καὶ θηριώδη φύσιν ὑπερβολῇ φαυλότητος νενικηκόσι. τοιοῦτος μὲν οὖν ὁ τρόπος τῶν παλαιῶν ἐθνῶν καὶ τῆς διεψευσμένης αὐτῶν θεολογίας διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν λογογράφων τε καὶ φιλοσόφων ἐν τοῖς πρόσθεν ἀποδέδεικται.
7.3.1 γʹ. ΠΑΡΑΘΕΣΙΣ ΤΟΥ ΤΩΝ ΕΒΡΑΙΩΝ ΤΡΟΠΟΥ ΚΑΙ ΟΠΩΣ Ε∆ΟΞΑΖΟΝ ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΤΟΥ ΚΑΙ ∆ΗΜΙΟΥΡΓΟΥ ΤΩΝ ΟΛΩΝ