1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

212

πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τῶνδε. μετίωμεν δὲ καὶ ἐφ' ἕτερον.

13.16.1 ιʹ. ΟΤΙ ΜΗ ΚΑΤΑ ΠΑΝΤΑ ΟΡΘΩΣ Ε∆ΟΞΑΣΕ ΠΕΡΙ ΨΥΧΗΣ Ο ΠΛΑΤΩΝ Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος καὶ τῷ θεῷ ὁμοίαν αὐτὴν εἰπών, οὐκέτ' ἀκολούθως αὐτοῖς ποτε μὲν αὐτῆς τὴν οὐσίαν σύνθετον εἶναί φησιν, ὡς ἂν μέρος μέν τι ἐπαγομένης τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας καὶ μέρος τῆς περὶ τὰ σώματα μεριστῆς φύσεως. 13.16.2 λέγει δ' οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ· «Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ· τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας, καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς, τρίτον δ' ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον· οὖσαν εἰς ταὐτὸ ξυναρμόττων βίᾳ.» 13.16.3 Ἔνθεν εἰκότως αὐτῷ καὶ τὸ παθητικὸν μέρος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς συνῆπται. ἀλλὰ τοτὲ μὲν ὧδε περὶ ψυχῆς οὐσίας διείληφε, τοτὲ δὲ ἄλλο τι χεῖρον περιτίθησιν αὐτῇ ἀτόπημα, τὴν θείαν ἐκείνην καὶ οὐράνιον, τὴν ἀσώματον καὶ λογικήν, τὴν θεῷ ὁμοίαν καὶ δι' ἀρετῆς μέγεθος τὰς οὐρανίους ὑπερπαίουσαν ἁψῖδας ἄνωθέν ποθεν ἐκ τῶν ὑπερκοσμίων ἐπὶ ὄνους καὶ λύκους καὶ μύρμηκας καὶ μελίττας κατιέναι φάσκων καὶ τούτῳ πιστεύειν 13.16.4 ἡμᾶς παρακαλῶν τῷ λόγῳ ἄνευ τινὸς ἀποδείξεως. λέγει δ' οὖν ἐν μὲν τῷ Περὶ ψυχῆς τάδε· «Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ συνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ' ἂν καὶ μεμελετηκυῖαι τύχωσιν 13.16.5 ἐν βίῳ. Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; Οἷον τοὺς μὲν τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι· ἢ οὐκ οἴει; 13.16.6 Πάνυ μὲν οὖν εἰκὸς λέγεις. Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. Οὐκοῦν, ἦ δ' ὅς, δῆλα δὴ καὶ τἄλλα, ᾗ ἂν ἑκάστη ἴοι κατὰ τὰς αὐτῶν ὁμοιό13.16.7 τητας τῆς μελέτης. ∆ῆλον δή, ἔφη· πῶς δ' οὔ; Οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; Πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤπου μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, ἢ καὶ εἰς αὐτό γε πάλιν τὸ ἀνθρώπινον γένος.» 13.16.8 Καὶ ἐν τῷ Φαίδρῳ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν· «Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην τίνουσιν, αἱ δ' εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὃν ἂν θέλῃ