1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

101

καὶ αὐτοὶ ἀρχαιότεροι ὄντες αὐτοῦ σχεδὸν τοῖς Μωσέως πλησιάζειν χρόνοις εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον εἶναι πρεσβύτερον Μωσέα τοῦ Σαγχουνιάθωνος ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρεσ10.9.15 βυτέρων, οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν. πόσοις δὲ ἄρα ἔτεσιν εἰκὸς ἦν Μωσέα ὑπεράγειν τοὺς δηλουμένους ἄπορον εἰπεῖν· διόπερ τοῦτό μοι δοκῶ παρήσειν. δοὺς δὲ κατ' αὐτὸν ἐκεῖνον τὸν Σαγχουνιάθωνα Μωσέα 10.9.16 γεγονέναι καὶ μὴ πρότερον, ὧδε τὸν ἔλεγχον ἐφοδεύσω· εἴπερ ἐπὶ Σεμιράμεως τῆς Ἀσσυρίων βασιλίδος ὁ Σαγχουνιάθων ἐγνωρίζετο, ἔστω δὲ καὶ Μωσῆς μηδὲν προάγων, κατὰ δὲ τοῦτον ἠκμακώς, γένοιτ' ἂν οὖν 10.9.17 καὶ αὐτὸς κατὰ Σεμίραμιν. ἀλλ' ὁ μὲν ἡμέτερος λόγος ἐπὶ ταύτης ἐδήλου γενέσθαι τὸν Ἁβραάμ, ὁ δὲ τοῦ φιλοσόφου παλαιότερον τὸν Μωσέα συνίστησιν. ἡ δὲ Σεμίραμις τῶν Τρωϊκῶν ὀκτακοσίοις ὅλοις ἔτεσι δείκνυται προγενομένη. καὶ Μωσῆς ἄρα ἔσται τοσούτοις τὰ Τρωϊκὰ προάγων κατὰ τὸν φιλό10.9.18 σοφον. πρῶτος δὲ βασιλεύει Ἀργείων Ἴναχος, οὔπω τότε Ἀθηναίωνοὔτε τὴν πόλιν οὔτε τὴν προσηγορίαν ἐχόντων. ὁ δὲ πρῶτος Ἀργείων ἡγεῖται κατὰ τὸν πέμπτον μετὰ Σεμίραμιν Ἀσσυρίων βασιλέα, πεντήκοντα δὲ καὶ ἑκατὸν ὕστερον ἔτεσιν αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγονὸς ἱστορεῖται παρ' Ἕλλησι. κατὰ τοῦτο δὲ τοῦ χρόνου παρ' Ἑβραίοις ἡγοῦν10.9.19 ται οἱ Κριταί. εἶτ' αὖ πάλιν τριακοσίοις ἐτῶν ἄλλοις κατώτερον χρόνοις, ἤδη που πλέον ἢ τετρακοσίων ὅλων ἐτῶν συμπληρουμένων ἀπὸ Σεμιράμεως, πρῶτος Ἀθηναίων βασιλεύει Κέκροψ ὁ βοώμενος παρ' αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον Ἴναχον.10.9.20 μεταξὺ δὲ τούτων ὁ ἐπὶ Ὠγύγου μνημονεύεται κατακλυσμὸς πρῶτός τε Ἆπις ἐν Αἰγύπτῳ θεὸς ὠνομάσθη καὶ Ἰὼ θυγάτηρ Ἰνάχου, ἣν Ἶσιν Αἰγύπτιο10.9.21 μετονομάσαντες σέβουσι, Προμηθεύς τε καὶ Ἄτλας ἐγνωρίζοντο. ἀπὸ δὲ Κέκροπος ἐπὶ τὴν Ἰλίου ἅλωσιν ἄλλα συνάγεται μικρῷ δέοντα ἔτη υʹ, ἐν οἷς τὰ ἐν Ἕλλησι θαυμάσια μυθολογεῖται, ὁ ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸς καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμός, πολλῶν, ὡς εἰκός, φθορῶν γῆς κατὰ τόπους γε10.9.22 γενημένων. πρῶτος δὲ Κέκροψ λέγεται Ζῆνα κεκληκέναι τὸν θεόν, μὴ πρότερον οὕτω παρ' ἀνθρώποις ὠνομασμένον· ἔπειτα βωμὸν παρ' Ἀθηναίοις ἱδρῦσαι πρῶτος καὶ πάλιν πρῶτος Ἀθηνᾶς ἄγαλμα συστήσασθαι, ὡς οὐδὲ τού10.9.23 των ἐκ παλαιοῦ ὑπαρχόντων. μετὰ δὲ τοῦτον καὶ οἱ παρ' Ἕλλησι θεοὶ πάντες γενεαλογοῦνται. παρ' Ἑβραίοις δὲ ἐν τούτῳ οἱ ἀπὸ γένους ∆αβὶδ ἐβασίλευον καὶ οἱ μετὰ Μωσέα διέλαμπον προφῆται· ὥστε τὰ πάντα ἀπὸ Μωσέως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλεῖον ἢ ὀκτακόσια ἔτη κατὰ τὴν ἐκτε10.9.24 θεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν. ἔτι δὲ πολὺ τῶν Τρωϊκῶν νεώτερα τὰ κατὰ Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς λοιποὺς μνημονεύεται. χθὲς δὲ καὶ πρώην μετὰ τούτους περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα οἱ ἀμφὶ Πυθαγόραν καὶ ∆ημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν, ἐγγύς 10.9.25 που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ψʹ. προτερεῖν ἄρα Μωσῆς καὶ οἱ μετ' αὐτὸν Ἑβραίων προφῆται συνίστανται τῶν παρ' Ἕλλησι φιλοσόφων χιλίοις πεντακοσίοις ἔτεσι κατὰ τὴν τοῦ δηλωθέντος ἀνδρὸς ὁμολογίαν. 10.9.26 Καὶ ταῦτα μὲν ἡμεῖς ἐπιτόμως. σκέψασθαι δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀποδείξεις. γεγόνασι δὴ παρ' ἡμῖν λόγιοι ἄνδρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι τοῖς τε θείοις οὐ παρέργως καθωμιληκότες, οἳ καὶ τὴν παροῦσαν ὑπόθεσιν ἐπ' ἀκριβὲς διευκρινήσαντες τῇ παρ' Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ, πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ 10.9.27 κεχρημένοι τῆς ἀποδείξεως. οἱ μὲν γὰρ ἔκ τινων ὁμολογουμένων ἱστοριῶν τοὺς χρόνους συνελογίσαντο, οἱ δὲ παλαιοτέροις ἀναγνώσμασι τὴν μαρτυρίαν ἐπιστώσαντο. καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ