1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

92

περιττὰ καὶ ἀνω10.4.9 φελῆ κατελάμβανε. διὸ ταῦτα μὲν εἰς δεύτερον ἀνεβάλλετο, ὡς ἂν οὐδὲν αὐτῇ πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν δεδυνημένα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἷά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων, περιῄει διερευνωμένη τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη, ὅ τι ποτὲ παρ' ἑκάστοις 10.4.10 εὕροι τῶν ἐθνῶν. οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν τὰ βιωφελέστατα. συνομολογοῦσί γε τοι Ἕλληνες αὐτοὶ μετά γε Ὀρφέα Λίνον τε καὶ Μουσαῖον, οἳ δὴ πάντων μάλιστα θεολόγων παλαιότατοί τε καὶ πρῶτοι κατῆρξαν αὐτοῖς τῆς πολυθέου πλάνης, τοὺς ἑπτὰ παρ' αὐτοῖς ἄνδρας ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς. ἀμφὶ Κῦρον 10.4.11 δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα. οὗτος δ' ἦν ὁ χρόνος, ἐν ᾧ τῶν παρ' Ἑβραίοις προφητῶν οἱ πάντων ὕστατοι προεφήτευον, τῶν μὲν Τρωϊκῶν ὕστερον ἔτεσι πλέον ἢ ἑξακοσίοις, τῆς δὲ Μωσέως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις γενόμενοι. τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀναγραφὰς μικρὸν ὕστε10.4.12 ρον διιόντι καταφανὲς ἔσται. ἐνταῦθά που νέοι τῷ χρόνῳ οἱ ἑπτὰ γενόμενοι σοφοὶ ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. ὀψὲ δέ τι καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες οἱ παρ' Ἕλλησι φιλόσοφοι διαπρέψαι μνημονεύον10.4.13 ται. ὧν Πυθαγόρας πρῶτος, Φερεκύδου γνώριμος, τὸ φιλοσοφίας ἀνευρὼν ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ' ἕτεροί φασι, Τυρρηνὸς ἦν· τινὲς δ' αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ' οὐχ Ἕλληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων 10.4.14 ᾀδόμενον. καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρῖψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ' ὃν χρόνον Ἑβραίων οἱ μὲν ἐπ' Αἰγύπτου, οἱ 10.4.15 δ' ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι. ἀλλὰ γὰρ ὁ δηλούμενος τὰ παρ' ἑκάστοις σοφὰ πολυπραγμονῶν ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Περσῶν, τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητευόμενος, ἀκηκοέναι τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται Ἰνδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι καὶ παρ' ὧν μὲν ἀστρολογίαν, παρ' ὧν δὲ γεωμετρίαν ἀριθμητικήν τε παρ' ἑτέρων καὶ μουσικὴν καὶ ἄλλα παρ' ἄλλων συλλεξάμενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν οὐδέν, πενίᾳ σοφίας καὶ 10.4.16 ἀπορίᾳ συνοικούντων· ἔμπαλιν δ' οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν. 10.4.17 Ὁ μὲν οὖν Πυθαγόρας τοιοῦτος. πρώτη δ' ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ἰταλικὴ φιλοσοφία συνέστη, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ τὴν Ἰταλίαν διατριβῆς ἀξιωθεῖσα· μεθ' ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα· κἄπειτα ἡ Ἐλεατική, Ξενοφάνην τὸν Κολοφώ10.4.18 νιον πατέρα ἐπιγραψαμένη. ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος· Αἰγυπτίων δὲ καὶ οὗτος λέ10.4.19 γεται τοῖς προφήταις συμβεβληκέναι. Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων προσεσχηκέναι, ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. εἰσάγει γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτόν· «Ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδὲ εἷς, οὐδέ ἐστι παρ' ὑμῖν χρόνῳ πολιὸν μάθημα.» 10.4.20 καὶ οὗτος δὲ ὁ Πλάτων τοῖς ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον