150
ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. ταῦτα ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ' οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται.» 12.3.2 Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ ὁ Πλάτων τούτοις πιστεύειν. 12.4.1 δʹ. ΟΤΙ ∆ΕΗΣΕΙ ΕΝ ΣΧΗΜΑΤΙ ΜΥΘΩΝ ΤΑΣ ΠΡΩΤΑΣ ΕΙΣΑΓΩΓΑΣ ΤΟΙΣ
ΠΑΙΣΙ ΠΑΡΑ∆Ι∆ΟΝΑΙ· ΑΠΟ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ «Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθές, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω, ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις, ἦν δ' ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μῦθον λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἔστι ταῦτα.» 12.4.2 Ταῦτα ὁ Πλάτων. καὶ παρ' Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδιδόναι, τοῖς δὲ ἐγγεγυμνασμένοις τὴν ἕξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.
12.5.1 εʹ. ΟΤΙ ΜΗ ΤΟΥΣ ΕΠΙΒΛΑΒΕΙΣ ΜΥΘΟΥΣ ΤΟΙΣ ΠΑΙΣΙ ΜΟΝΟΥΣ
∆Ε ΤΟΥΣ ΩΦΕΛΙΜΟΥΣ ∆ΕΗΣΕΙ ΚΑΤΕΠΑΙ∆ΕΙΝ «Οὐκοῦν οἶσθ' ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν 12.5.2 ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. Κομιδῇ μὲν οὖν. Ἆρ' οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δόξας ἐκείναις ἅς, 12.5.3 ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς; Οὐδ' ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς καὶ ὃν μὲν ἂν καλὸν ποιήσωσιν, ἐγκριτέον, ὃν δ' ἂν μή, ἀποκριτέον. τοὺς δ' ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.» 12.5.4 Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ' Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκίμαζον, ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας
12.6.1 ʹ. ΟΤΙ ΜΗ ΛΟΓΩΙ ΜΟΝΟΝ ΑΠΕ∆ΕΧΕΤΟ ΤΗΝ ΠΙΣΤΙΝ Ο ΠΛΑΤΩΝ ΑΛΛΑ ΚΑΙ ΑΥΤΗΙ ∆ΙΑΘΕΣΕΙ ΤΟΥΤΟΙΣ ΠΙΣΤΕΥΕΙΝ ΚΑΙ ΠΕΠΕΙΣΘΑΙ