10
τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.
7.10.1 ιαʹ. ιβʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΘΟΛΟΥ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΣΥΣΤΑΣΕΩΣ ΚΑΙ ∆ΗΜΙΟΥΡΓΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ
Βασιλέα γὰρ μόνον αὐτὸν καὶ νομοθέτην τῆς τοῦ σύμπαντος κόσμου διατάξεως ἐφεστάναι· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει 7.10.2 τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα. λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἁπάντων οὐρανὸν ἐστερεῶσθαι καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τὰς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις ἀρδομένην μυρία γένη φυτῶν τε καὶ ζῴων ἀνα7.10.3 διδόναι· ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ μηδ' ὡς ἔτυχε μηδ' αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον μηδ' ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ' εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερ7.10.4 νᾶσθαι. ἔνθεν ἀρξάμενος ὁ προφήτης καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προτάξας νόμους, πρώτιστα πάντων προσέχειν τῷ παμβασιλεῖ θεῷ καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύσατο, ὅτι δὴ καὶ αὐτὸς ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν 7.10.5 ἱεροῖς τε νόμοις καὶ λόγοις δουλεύει. διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον γένος, οὐ σμικρὸν μέρος τυγχάνον τοῦ παντός, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι μηδ' ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν·» τὴν δέ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεδειγμένην τῷ νόμῳ, οὔπω καὶ εἰς δεῦρο 7.10.6 τῆς θείας παραμελῆσαι διατάξεως. οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν φήσαντος τοῦ θεοῦ· «ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ» ἅμα λόγῳ τὸ ἔργον ἀπο7.10.7 δοῦναι ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον. εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου τοὺς οἰκείους ἀποδιδόναι δρόμους εἶναί τε «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς,» οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ τῶν θείων κατολιγωροῦντι νόμων; 7.10.8 Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος