1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

271

τοῦτο τὴν πᾶσαν ἀνα15.9.6 τρέπει φιλοσοφίαν Πλάτωνος. τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντι τάξασθαι ἀποδείξεσι καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ' ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἱ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ', εἰ μὴ καὶ τοῦτο, δύναμίν γε ἐν τῷ σώματι 15.9.7 καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῇ ψυχῇ· ὁ δέ, ὅσῳπερ Πλάτων ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος, τοσῷδε ἐφιλονείκησε καθελεῖν 15.9.8 καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν· οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔτε ὅλως σῶμα, ἀλλ' οὐδὲ ἀσώματον οἷον εἶναί τε ἐφ' αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ' οὐδ' ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. οἷον γὰρ τόδε ἐτόλμησεν ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινήσεις ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδο15.9.9 κῆσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι. οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. πάνυ γοῦν οὗτός ἐστι πιστὸς συνεικέναι τι περὶ τῶν ἐκτὸς ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ' ὅτι διανοεῖται παρακολουθεῖν. οὐ γὰρ ἡ ψυχή, φησίν, ἀλλ' ὁ ἄνθρωπός 15.9.10 ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος οὕτως. τούτῳ τοιγαροῦν ἑπόμενος ∆ικαίαρχος καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνάργειαν δῴημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμᾶς δοκοῦσιν 15.9.11 εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν. ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ' ὃν δήποτε τρόπον διανοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας ὡς οὐ σώματος, δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον, τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσα15.9.12 μεν ὑπὲρ ψυχῆς; ἂν οὖν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελόμενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ' ὃν αὐτοκίνητον αὐτήν φαμεν, παρὰ τῶν μηδὲ 15.9.13 τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων; Ναί· ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φήσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι· καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι, τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. Τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη, εἴ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ 15.9.14 σκοτεινοῦ ποριζόμενος. πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο.» Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ' ἔχοντα τὸν τρόπον·

15.10.1 ιʹ. ΠΛΩΤΙΝΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ∆ΕΥΤΕΡΟΥ ΠΡΟΣ ΑΡΙΣΤΟΤΕΛΗΝ ΕΝΤΕΛΕΧΕΙΑΝ ΤΗΝ ΨΥΧΗΝ ΕΙΝΑΙ ΦΗΣΑΝΤΑ