φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ ἂν εὐπορήσοι πρὸς ἀξίαν ὀνομάσαι τὸ κακόν, ἐκκρουόμενος οὗπερ ἐθέλει νοεῖν τῷ ποικίλῳ καὶ ἐπαλλήλῳ τῶν συμφορῶν, ὅσαι κατέχασκον ἑκάστου τῶν δυστυχούντων, πολλαῖς καὶ διαφόροις οἰκειούμεναι κλήσεσιν· εἰ δὲ καὶ δυνήσεται κατευστοχῆσαι τοῦ κακοῦ πρὸς ἔπος, ἐρεῖ ἂν αὐτὸ οὐκ ἀπεικότως 6 φωστῆρος μεγάλου ἀφάνειαν, οὐδὲν μὲν ἐκεῖνος λέγων πρὸς πάθος (ἐχρῆν γὰρ ἄλλοις ὀνόμασιν ἐνταῦθα παθήνασθαι), τῷ μεγαλείῳ δὲ ὅμως ὀρθῶς ἐπιβάλλων τοῦ δυσπραγήματος. Ἦ γὰρ οὐ τοιοῦτόν τι τὸ τὴν ἐν ταῖς ὑπ' οὐρανὸν πόλεσι πάνυ λαμπρὸν φαίνουσαν Θεσσαλονίκην οὕτω παθεῖν, ὡς νῦν ἔχει; Ἔχει δὲ ὡς ἂν ἀπεύξαιντο καὶ ἐχθροί, ὡσεὶ καὶ καλὸν εἶδος ἀφανισθὲν λυπεῖ καὶ τὸν ἦν ὅτε ἀπόστοργον. Ὤμοι δαίμονος, ὃς οὕτω βριθὺς τηλικαύτης πόλεως εὐετηρίᾳ ἐνήλατο καὶ κατέστρεψεν. Ἀπήγαγε μὲν οὖν αὐτὴν τέλεον, ὡς μηδὲ λείψανον ἐναπομεῖναι παλαιᾶς καλλονῆς. Καὶ τείχη μὲν αὐτῆς ἠχρειωμένα καὶ ἱερὰ τὰ πάντα κατῃκισμένα εἰς ὅσον οὐδὲ τόποι τολμητοὶ πᾶσι καὶ οἶκοι εὐπρεπεῖς κατῃσχυμένοι καὶ περιουσίαι πολιτῶν, αἱ μὲν ἠντλημέναι, αἱ δ' ἐκκεχυμέναι καὶ ἄλλως δὲ διεσπαρμέναι, τί ἂν λέγοιντο, ἔνθα οὐκ ἔστιν ὡς ἐχρῆν αὐτὰ διίξεσθαι; Τὸ δὲ ἐν τῇ πόλει πλῆθος, οὐ μόνον τὸ στρατιωτικὸν ἀλλὰ καὶ τὸ λοιπόν, ὅσον ἐν ἱερᾷ πολιτείᾳ τῇ κατὰ κόσμον καὶ ὅσον δὲ λαϊκόν, τίς ἂν ἐς ἄξιον δακρύσειε; Ναὶ μὴν καὶ ὅσον τοῦ βίου τὸν φλοῖσβον διακρουσάμενον ὡς εἰς λιμένα κατήντησε τὸ ἀπρόϊτον τῆς ἐνοικήσεως, πάντες οὗτοι, ὡσεὶ καὶ ἀκρίδες πυρὶ κατὰ λήϊον ἐλαυνόμεναι, τῇ καυστηρᾷ μάχῃ πρὸς ὄλεθρον ἐξετινάσσοντο. Καὶ οἱ μὲν πολέμιοι περιστοιχίζοντες θυμοῦ πῦρ ἐξέκαιον ἐπὶ τὸ πολιτικὸν ἅπαν, ἐκεῖνοι δέ, οἱ μὲν ἐπικαταλαμβανόμενοι καί που καὶ σπαργανούμενοι πυρὶ τοιούτῳ πάντοθεν οὐκ εἶχον διεκπίπτειν, ἀλλὰ πολυειδῆ τὸν κίνδυνον εἶχον, οἱ δὲ ὅσα καὶ σπινθῆρσι τοῖς βέλεσι πόρρωθεν ἔπασχον τὸ κακόν. Ἠέλιος μὲν νέον προσέβαλλεν ἀρούρας, οὐκ ἔσχε δὲ τὴν θανάσιμον διαλῦσαι νύκτα, ἀλλὰ κατεκαυχᾶτο τοῦ φωτὸς ἡ τῶν πιπτόντων ζόφωσις. Οὔπω τις ἔφθη τὸν γλυκὺν ὕπνον ἀποθέσθαι, ὁ πικρὸς καὶ ἀνέγερτος αὐτὸν διεδέχετο καὶ ὄναρ κακὸν ἐφίστατο ὕπαρ τῇ κεφαλῇ καὶ ὁ βλέπων αὐτὸ κατέμυεν εἰς θάνατον. Ἀπηλλάττετο κλίνης ἐγρηγόρσεως λόγῳ καὶ ὁ πολέμιος σίδηρος ἄλλως αὐτὸν κατέκλινεν, ὡς ἐκεῖνος χαίρει κοιτάζων. Πολλοῖς δὲ καὶ ἡμιγύμνοις ἔτι τὸ κακὸν τοῦτο θηρίον ἐνεφύετο, ἵνα μηδὲ κάμοι τοὺς ὀδόντας ἐντρίβον σωμάτων καλύμμασι. Καὶ στρατιωτῶν μέν, ἤδη δὲ καὶ τῶν ἄλλως ῥωμαλέων ἢ καὶ ὅλως ἀκμαίων, εἴπερ ὁ πόλεμος ἐδράττετο καὶ διέσπα ἐμπείρας ὀξέας ὄνυχας, ἐκαινοπράγει οὐδέν. Φιληδεῖ γὰρ σώμασι τοιούτοις ἐκεῖνος, ὑφ' ὧν καὶ συγκροτούμενος θεραπεύεται ὡς τὰ πολλά. Εἰ δὲ καὶ ἄνδρας ἀθλίους ἐφιλοτιμεῖτο ἀπάγειν, ἤδη τυμβογέροντας ὄντας καὶ εἰς γῆν κεκυφότας καί που πρὶν ἢ καὶ πληγῆναι γινομένους τοῦ Χάρωνος οἷς τῷ δέει παρίεντο, καὶ γραῦς δὲ τὰς πλείους καὶ 8 ἐξ ὀμμάτων οὔσας καὶ κωφευούσας διὰ βαθὺ γῆρας καὶ οὔτε βλεπούσας τὸ τῶν ὅπλων ἀστραπαῖον οὔτε βροντῆς αἰσθομένας τῆς ἐξ ἀπειλῶν, ἀλλὰ τοῦτο οὐ φρενήρης Ἄρης ἀλλὰ δόρυ ἐνήργει μαινόμενον καὶ ξίφος οὐκ εὐδιάκριτον. Οἴκτιστα δὴ ταῦτα βροτοῖς. Ἐλεεινότατον δὲ ὅτι καὶ βρέφη συνέκειντο τοῖς παντοδαπῶς πίπτουσι, τὰ μὲν συνεκκεντούμενα ταῖς φερούσαις ἀγκάλαις, τὰ δὲ τῷ καταρρίπτεσθαι ὑπὸ δέους ἢ καὶ φόνου τῶν βασταζόντων, τὰ πλείω δὲ συγκαταπατούμενα. Ἡ γὰρ τοῦ φεύγειν ἀνάγκη καὶ τοιοῦτον ἀπλῆγα φόνον ἐτυράννει, τὸν μὲν ἔσω τῶν ἐκκλησιῶν ὠθιζομένου τοῦ λαοῦ καὶ τῇ συμπιλήσει δυστυχοῦντος ψυχῶν ἀπαγωγήν, τὸν δὲ περὶ τῆς ἀκροπόλεως τὴν εἴσοδον, ὅτε, πολεμικοῦ δόρατος ἄνω τοῦ κατὰ θάλασσαν ἑῴου πύργου ἀρθέντος τοῖς ἀντιμάχοις εἰς σύσσημον τοῦ τὴν πόλιν ἤδη καταπεπονῆσθαι, ὡς καὶ ἀναρριχᾶσθαι τοὺς βουλομένους ἔξωθεν, τὸ μὲν κάτω περιεῖναι ἀπέγνωστο, ἦραν δὲ