ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς τῶν τῆς πόλεως, καθὰ προεκτέθειται, ὁ δὲ ἐφυλάξατο, ὡς οἷα περιέπων αὐτούς, τί δεῖ μακρότερον διαπεταννύειν εἰς συγγραφήν; βαρυνθείη δ' ἄν τις· καὶ ὅτι τοῦ τείχους ὑπονομευομένου κατημέλησεν ὁ ∆αυΐδ, εἰς ὅσον καὶ ἀνάθεμα πρὸς τῶν θερμοτέρων καταψάλλεσθαι. 96 Οἱ μὲν γὰρ τρῶκται τοῦ τειχίσματος, εἰ χρὴ οὕτω φάναι, αὐτοὶ μὲν τῷ τείχει πελάσαντες καὶ συσκευασάμενοι γλύφειν, φραγνύμενοι δὲ κατόπιν τοῖς κάτωθεν ἀκροβολιζομένοις ἄνω, ἔργου ἥπτοντο ἐγκρατῶς, οἷα ἐπισπέρχοντες τὸ γλαφύρωμα, ὡς ἂν καθυποδύντες αὐτὸ ἐμβαθύνωσι καὶ καθ' ἡσυχίαν διαμπερὲς τοῦ τειχισμοῦ ταχὺ τὴν συνέχειαν λύσωσι. Καὶ ἤνυον τὰ τοῦ σκοποῦ. Καὶ αἱ κεφαλαὶ μὲν αὐτοῖς καί τι τῶν μεταφρένων ἐκρύπτοντο, ὁ δὲ λοιπὸς ἄνθρωπος ἑκάστῳ ἐκείνων ἔξω βραχὺ προυφαίνετο. Ἐλάνθανε δὲ ἄρα τοῦτο τοὺς πλείονας, ἕως ὁ ἐν Θεσσαλονίκῃ Βασίλειος ὁ Τζύσκος κατακύψαι ἄνωθεν τολμήσας καὶ ἰσχύσας εἶδε τὸ πρᾶγμα. Ὃς καὶ καρδιώξας ἔδραμε τὴν ταχίστην εἰς τὸν τοῦ στρατηγοῦ πρωτοθεράποντα καὶ ἐκλαλήσας τὸ πρᾶγμα μετὰ οἴκτου προεκαλέσατο εἰς κωλύμην τοῦ κακοῦ. Ὁ δέ, ὢ μαθητοῦ ἀγαθοῦ, ἐκμαξαμένου εὐφυῶς τὰ τοῦ καλοῦ στρατηγοῦ διδασκάλια!, χρῆναι μεθίεσθαι ἀπεφήνατο μέχρις ἐς αὔριον, ἕως οἱ ἐχθροὶ ἐντὸς εἱληθέντες τοῦ τρυπήματος εἶτα τῷ ἐκ φρυγάνων καπνῷ ῥᾷον καταπνιγεῖεν ἐντός, ὅμοιον ὡς εἰ καὶ κυνηγέτης πρόχειρον ἄγραν ἔχων θέσθαι θηρίου ἐν τοῖς πεδινοῖς, ὁ δ' ἀλλὰ μεθεὶς καραδοκεῖ τὴν ἐν σπήλυγγι ἐκείνου κατάδυσιν, ὡς οὕτω μᾶλλον ἀγρεύσων ἐκεῖνο, καθὰ καὶ μελίσσας ἔσω σμήνους οἱ περὶ ταύτας πονούμενοι. Καὶ τοιοῦτος μὲν ὁ ἀρχιθεράπων μηχανικός. Ὁ δ' ἀρχιτέκτων αὐτοῦ ∆αυῒδ ἄλλως ἔπαιζε τὸ μηχανᾶσθαι· καὶ ἀκούων ὡς τρυπᾶται τὸ τεῖχος ἔξωθεν, «τρυπητέον» ἔλεγε «καὶ ὑμᾶς ἔσωθεν». Καὶ εἰς τοσοῦτον χασμησάμενος, ἐκάθητο τοῦ λοιποῦ χαῦνος, εἰκὼν ζῶντος, ἐμποδίζων οἷον ἰσχάδας καὶ αὐτὸς κατὰ τὸν κωμικόν. Καὶ τὴν γλῶτταν ὧδε σαλεύσας ἀτελεσφόρητα, ἐῴκει, εἰ καὶ τὸ τεῖχος ἔξωθεν ἀκούσοι λίθοις βάλλεσθαι, εἰπεῖν ἂν ὡς «βάλλετε αὐτὸ καὶ ὑμεῖς ἔσωθεν». Ὦ παίγνια, δι' ὧν ἐσφαττόμεθα μὲν ἡμεῖς, αὐτὸς δὲ τὸν δύσνουν βασιλέα ἐξέφευγεν, ἄνθρωπος, ἐφ' οἷς ἔδει ἐγρηγορέναι, κατακείμενος καὶ κατὰ παλαιὰν ἀφέλειαν ὀνομάτων εἰπεῖν ἀναπεσᾶς. Καὶ μὴν σκέψασθαι ἄλλως καὶ πάνυ ἑστὼς αὐτὸς ἦν καὶ νηφάλιος· ὃ γὰρ προύθετο ἔνηφε ποιεῖν καὶ οὐκ ἀνῆκεν, ἕως αὐτὸ τεχνικῶς ἀπετέλεσε. Καὶ οὕτω μὲν προυδόθη τοῖς πολεμίοις καὶ ἡ τῶν λίθων τοῦ τείχους ἐπὶ κακῷ ἡμετέρῳ ὑπολάξευσις κάτω. Αἱ δὲ ἐκ τῆς μεγάλης μηχανῆς πέτραι τάς τε ἐπάλξεις κατήρειπον καὶ ἐγύμνουν τὸ τεῖχος φυλάκων· πολλαὶ δὲ καὶ ὑπερπεταννύμεναι κατέπιπτον ἔσω, ποιοῦσαί τινα δεινὰ καὶ αὐταί. ∆ιὸ καὶ τεῖχος ἕτερον ἀνταναστῆσαι μελετήσαντες καὶ ἤδη καὶ ἐγχειρήσαντες οἱ καθ' ἡμᾶς 98 ἀπετρέποντο. Ἐδεδίεσαν γὰρ οἱ τειχοποιοὶ τοὺς ὑπερτέλλοντας πέτρους, οὐ Ταντάλειον ταύτην φαντασίαν ὀνειροπολοῦντες, ἀλλὰ πρόοπτον ἔχοντες τὸ κακόν. Ἔνθα καί τι γελοῖον συνέπεσεν, εἴ τι χρὴ τοῖς πικροῖς γλευκάζοντα συγκιρνᾶν εἱρμῷ τε ἱστορίας καὶ ἵνα μὴ ὁ μανθάνων τὰ καθ' ἡμᾶς ἀκράτως παθαίνοιτο. Ἦν μὲν γὰρ πολιτικὸν μυστήριον ἡ τοῦ τείχους ἀντανάστασις, ἐλαφρίαν δέ τις ἄνω παθὼν ἐξεβόησε τοῖς ἐχθροῖς ἄπρακτα μωροὺς ἐκείνους πονεῖσθαι κατὰ τοῦ τείχους, ἔσωθεν ἀντεγειρομένου ἑτέρου. Ὃς δὴ λόγος καὶ μᾶλλον ἡμᾶς προσέβλαψεν. Ἀραιὰ γὰρ τὰ πρὸ τούτου ἀφιέντες τοὺς τειχοσείστας λίθους οἱ ἔξω, ἐπύκνουν αὐτοὺς ἔκτοτε, μεθ' ἡμέραν τε οὕτω βλάπτοντες ἡμᾶς καὶ οὐδὲ νυκτὸς <βάλλοντες> βέλη ἀνιέντες διὰ τῆς μεγίστης μηχανῆς· καθ' ἧς ἡμεῖς λαλήσαντες ὡς δεινῆς, εἴ πως ἀποκρουσθείη μηχανικῶς τοῦ καθ' ἡμῶν τείνεσθαι, ἐσοφίσθημεν εἰς μάθησιν ἐξ ἀγαθῆς κεφαλῆς, ἀκούσαντες ὡς πόλις ἐκ τοιαύτης πέτρας οὐ βλάπτεται. Τί δέ; ἀλλ' ὠφελεῖται, ὦ σοφὲ μηχανὰς ἐξουθενοῦν; Ἀλλὰ συνίσταται; Οὔκουν πάντως. Οὐκοῦν τὸ ἀνάπαλιν, εἴγε καὶ καταρρίπτεται οὕτω τὰ