De capta Thessalonica 3 Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον

 φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ

 τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ

 μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ'

 ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν

 παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόν

 πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ

 γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆ

 Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασ

 οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττ

 καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κ

 Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ι

 δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶ

 δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤ

 πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

 ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ

 τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίου

 Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκ

 τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐ

 τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθ

 μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμ

 ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγ

 νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, π

 πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ το

 τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, κα

 περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσ

 πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴ

 τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ

 γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ

 ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς

 ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τ

 τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ

 Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄσ

 αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γ

 κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φί

 ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Κα

 κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθ

 ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις

 ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς

 συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελ

 συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι ε

 τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή.

 ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν

 θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβ

 διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδε

 εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον

 ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτε

 πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπα

 ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες,

κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθολικαῖς, οὕτω καὶ ταύτῃ οὐκ ὀλίγῃ μοίρᾳ τοὺς ζῶντας 118 ὁ πνιγμὸς ἐδικαίωσεν, ὧν ὁ ἀριθμὸς ἐρίζοι ἂν πρὸς τοὺς ἐπ' ἀκροπόλεως πεπνιγότας, ὡς ἡ ἀρχὴ τοῦ λόγου συνέγραψε. Τί ἂν λέγοιμι τοὺς τῶν τεγέων οἴκων ἄνωθεν καθαλλομένους ἐπὶ μελέτῃ θανάτου, ὅτε τὸ μέγα κακὸν καὶ αὐτοὺς περιεστοίχιζεν; Οἳ πτερύξασθαι εἰς αἰθέρα μὴ ἔχοντες, οὗπερ ἐφίεντο ἄν, τὸ τῶν βαρέων ἔπασχον καὶ ἐλάκουν εἰς θάνατον ἐκ μετεώρου κατασκήπτοντες. Τί δὲ τοὺς κατὰ φρεάτων ὡσεὶ καί τινος Κωκυτοῦ καὶ Ἀχεροντίου ὕδατος βυθιζομένους ἄνδρας τε καὶ γυναῖκας, τοὺς μὲν φόβῳ τοῦ μὴ ἄλλῳ πεσεῖν θανάτῳ, τὰς δὲ καὶ κατὰ σεμνότητα; Καινὸν δὲ οὐδὲν οὐδὲ ἡ τοιαύτη ἔμπτωσίς τε καὶ κατάπτωσις παρ' ἀνθρώποις, οἳ μὴ μόνον πέτρας εὔχοντο ἂν ῥαγῆναι εἰς ὑποδοχὴν αὐτοῖς καὶ βουνοὺς εἰς κρύψιν κατακυλισθῆναι καὶ οὐρανὸν δὲ αὐτὸν ἐπικαταπεσεῖν, ἀλλά που καὶ χάος καὶ τάρταρον ἐφαντάζοντο εἰς κατάδυσιν καὶ βίου κατάλυσιν. Τὸ γὰρ καθ' ἱστορίαν βάραθρον καὶ οἱ κρημνοὶ μικρὰ καὶ αὐτὰ ἦσαν τοῖς ἀφαντωθῆναι θέλουσιν. Ὤ μοι καὶ τῶν λίθων, οἵπερ ἐπαφιέμενοι τοῖς τοιούτοις πρὸς τῶν βαρβάρων ἀνανεύειν οὐκ ἀφίεσαν, ἀλλ' ἐπιπωμάζοντες κατεχώννυον τοὺς ἐλεεινούς. Οὐαὶ τότε καὶ ὅσαι κατὰ γαστέρων εἶχον, ἃς ἐν τῷ φεύγειν βαρύνων ὁ κατὰ φύσιν φίλιος φόρτος ἐξ ὀλιγηπελίης κατέρριπτε συμποδίζων εἰς Ἅδην, φθανούσας τὸν διὰ ξιφῶν ὄλεθρον. Οἰκτρὸν δὲ τούτων οὐκ ἔλαττον καὶ μητέρες, αἷς φευγούσαις καὶ ἁπαλοὶ παῖδες συνέτρεχον. Καὶ τέως μὲν ὁμοῦ ἦσαν, ἐπισπέρχοντος δὲ τοῦ κακοῦ, ἐνίκων τὸν δρόμον αἱ μητέρες, δυστυχῶς γε τοῦτο καὶ μάλα. Ἐπιστραφεῖσαι γὰρ ἢ οὐκέτ' ἔβλεπον τοὺς ποθουμένους ἀνθαμίλλους, Ἡρώδου δή τινι ψήφῳ περιπεπτωκότας, ἢ ἔπιπτον καὶ αὐταὶ πρὸς τῶν ἐπικαταλαβόντων, μισούμεναι, ὅτι μὴ ἐκείνων πρὸς ἔρωτα ἐπεστρέφοντο, ἀλλ' ἔκλαιον τὸν ὕστατον δόλιχον, ὃν οἱ παῖδες ἐστείλαντο. Ἔφευγον καὶ πατέρες, νεογνὰ μητέρων ὀρφανὰ ὀπίσω ἀφιέντες. Καὶ αὐτὰ μὲν ὡς ἐπὶ σωτηρίᾳ ἐγοῶντο, οἱ δὲ μὴ ἐπιστρεφόμενοι ἔθεον, καὶ ἡ φύσις ἐβόα κενά. Εἰ δὲ καὶ ἐξέδραμον ἐκεῖνα συμφεύγειν, αὐτὰ μὲν ἐποίουν τὸ δυνατόν, ὁ δὲ γενέτωρ ἦν ὁ αὐτὸς τοὺς πόδας, τοῦ κατὰ θάνατον φόβου τὴν φυσικὴν ἐκνικῶντος στοργήν. Καὶ εἴπερ ὁ τεκνωσάμενος περιποιήσεται ζωήν, ἀλλ' αὐτὰ συμπατούμενα καὶ πρὸς βίαν σκαρίζοντα ἐξώλλυντο εἰς ἐπιθήκην τῶν κατ' ἄνδρας νεκρῶν. Οὕτω καὶ θρέμμα τραχύ, λύκων ἐπιτρεχόντων, ἀφίησι τὰ οἰκεῖα νεογιλὰ καὶ φεύγει, καὶ ὁ λύκος οὐκ οἶδεν οὐδενὸς φείδεσθαι. 120 Κλαίω δ' ἐνταῦθα ἐγώ, ἀναπολήσας εἰς νοῦν ὡς καὶ ἡμεῖς ἅπαντες οὔτως ἐφεύγομεν, οἷα σφαγῆς πρόβατα, οὔτε ποιμένος προμαχοῦντος οὔτε μὴν μισθωτοῦ. Καὶ μακάριον εἴπερ ἐφεύγομεν διὰ τέλους. Νῦν δὲ ἀλλὰ μικροῦ δέον οἱ πλείους τοῖς τῶν λύκων περιεπίπτομεν στόμασι. Μυρία δὴ ταῦτα πτώματα, καὶ οἷα πόλιν ἀποκενοῦν εὐφοροῦσαν ἦν ὅτε οἰκητόρων ἀγαθῶν. Καὶ μετροῖντο ἂν οἱ οὕτω πολυτρόπως πεσόντες ὑπὲρ χιλιάδας ἑπτά, ὡς οἱ περιελθόντες ἐστοχάσαντο πρὸς δυνατὴν ἀκρίβειαν, σύν γε τοῖς ἐκ Βουλγάρων πεζοῖς καὶ ὅσοι τοῦ στρατιωτικοῦ συνέπεσον. Οἱ δὲ βάρβαροι περιεργασάμενοι ἄλλως εἰς πέντε χιλιάδας ἠρίθμησαν τὸ κακόν, μήτε τοὺς πεπνιγμένους συγκεφαλαιωσάμενοι τούτοις μήτε δηλαδὴ τοὺς ἐπ' οἴκων πεσόντας, ἀλλὰ μόνους ἀριθμῷ δεδωκότες ὅσους αὐτοῖς ἐκθέτους κειμένους ἥλιος ἔφηνεν. Ἐνταῦθα δάκοι ἂν καρδίαν ἀνδρὸς φιλοίκτου καὶ ὅτι τοὺς κειμένους ἔν τε ταῖς ἀμφόδοις καὶ ἐν τῇ ἀκροπόλει ἀλόγοις ζῴοις ἀναμιγνύντες κατέκαιον οἱ ἐχθροί, τὸ μισάνθρωπον ὀψὲ καὶ τοῦτο δράσαντες. Τὰ πρῶτα γὰρ ὑφ' ἡμῶν παρακαλούμενοι καταχῶσαι τοὺς νεκρούς, μὴ καὶ θέα δυσπρόσωπος ἔκκεινται καὶ ἀποφορὰς δὲ νοσερὰς ἀτμίσωσιν, ἐθάδες τοιούτων αὐτοὶ ἔφασαν εἶναι καὶ χαίρειν τοιαύταις θέαις τε καὶ ὀδμαῖς. Οἱ μὲν δὴ πολλοὶ φόνοι καὶ αἱ σφοδραὶ ἁρπαγαὶ καὶ τὰ πλείω κακὰ δοκοῖεν ἂν λῆξαι μετὰ μεσημβρίαν τῆς ἡμέρας, καθ' ἣν ἡ ἅλωσις, ἐξ