De capta Thessalonica 3 Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον

 φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ

 τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ

 μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ'

 ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν

 παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόν

 πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ

 γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆ

 Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασ

 οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττ

 καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κ

 Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ι

 δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶ

 δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤ

 πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

 ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ

 τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίου

 Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκ

 τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐ

 τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθ

 μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμ

 ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγ

 νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, π

 πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ το

 τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, κα

 περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσ

 πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴ

 τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ

 γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ

 ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς

 ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τ

 τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ

 Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄσ

 αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γ

 κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φί

 ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Κα

 κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθ

 ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις

 ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς

 συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελ

 συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι ε

 τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή.

 ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν

 θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβ

 διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδε

 εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον

 ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτε

 πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπα

 ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες,

τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή. Τῶν τινας δὲ οὕτω πασχόντων καὶ ἄλλως τοῦ ζῆν μετέστησαν οἱ αἰκιζόμενοι, δείσαντες μὴ πολὺν θησαυρὸν ἐκ τοῦ κολαζομένου ἐξευρηκότες ἀφαιρεθῶσι πρὸς τῶν κομήτων τὸ εὑρημένον, καθὰ συνέκειτο. Κωνσταντῖνος γοῦν τις, ᾧ ἐπίκλην Κεκαλεσμένος, ἀνὴρ ἀγαθὸς καὶ πλήθων τὰς χεῖρας, φαντασάμενος τὰ οἰκεῖα, οἷς τὴν καρ 134 δίαν κεκόλλητο, καὶ οὕτω πόθῳ τοῦ οἴκου ἀγρευθεὶς καὶ ἀπαιωρηθεὶς καὶ μυρίας πληγὰς ἐντριβεὶς καὶ κατὰ ἑκάστην ἀπαιώρησιν ἐξεράσας χρήματα καὶ εἰς πολλὰ κορυφώσας αὐτά, εἶτα καὶ ἐλαφρίαν παθὼν λογισμοῦ καὶ ἐν τῷ ζητῆσαι λαβεῖν τι ἐκεῖθεν παρακρουσθεὶς καὶ ἀπειλησάμενος καταμηνῦσαι τὸ πρᾶγμα τοῖς κόμησιν, οὐκ ἔσχεν ἔτι κεφαλήν, ἀλλ' αὐτὴ μὲν κατεχώσθη που ἐκκοπεῖσα, ὁ δὲ λοιπὸς Κωνσταντῖνος ἐξερρίφη νεκρὸς ἀβοήθητος. Ἔσχε δὲ καὶ τοῦτο τὸ κακὸν ἑτεροίαν ἐπίτασιν. Γλυκανθέντες γὰρ οὕτω τῷ κέρδει τῶν οἰκοδεσποτούντων οἱ βάρβαροι, ἐνελόχων ἔσω πυλῶν καί, εἴ τινα παροδεύοντα ἴδοιεν δόκησιν ἀνδρὸς πέμποντα πλουτοῦντός ποτε, ἥρπαζον αὐτὸν ἔσω, οἷά τινες δεινοὶ θῆρες ἐκ φωλεοῦ, καὶ βιαζόμενοι ἐτυράννουν, ἕως τι τῶν κατὰ σκοπὸν ἀνύσαιεν. Εἰ δέ τινες καὶ συμβιοτεύειν αἰχμαλώτοις ἤθελον, εἶχε μέν τι καὶ τοῦτο βάρος, ὡς οἱ εὖ πάσχειν δοκοῦντες περιηγοῦντο, ἦν δέ πως φιλάλληλον αὐτὸ καὶ ἀνθρωπικώτερον. Οὐκ ἧν οὐδὲ τοὺς θείους ναοὺς ὕμνοις ἀσκύλτως περιᾴδεσθαι τότε, ἀλλ' εἶχε καὶ τὸ καλὸν ἔργον τοῦτο ἐπήρειαν. Καὶ τὰς μὲν ἀρχὰς ἱκαναὶ ἡμέραι καὶ οὔ τε ἐκλείοντο οὔτε σύναξις ἦν ἡ ἐθάς, ὡς ὑμνεῖσθαι Θεόν, ἀλλ' εἴ που ὡς ἐπὶ σκέπῃ καὶ ἀναπαύσει αἰχμαλωσίας, ὅσα καὶ κατ' οἴκους. Ὅτε δέ ποτε καί τις ἄδεια ἐξεφάνη καὶ θεῖοι πυλεῶνες ἐκλείσθησαν καὶ φῶς μυστικὸν ἀνήφθη καὶ ἡρμόσθησαν ψαλμοὶ καὶ ἱερεὺς ἐτέλει καὶ λαὸς ἡμέτερος εἶχε σχολὴν κατὰ ἰσχύν, τότε ὁ δαίμων ἀντέπραττε, τῶν φαύλων Λατίνων εἰστρεχόντων καὶ ταῖς ἱεραῖς φωναῖς ἐπιβουλευόντων καὶ λαλαγούντων καὶ συνήθη βαϋζόντων, εἴ πως ἐγκόπτουσι τὴν συνέχειαν τοῦ καλοῦ. Οἱ δ' αὐτοὶ καὶ τὸ ξύλον, ὅπερ εὔθετόν ἐστι κήρυκος δίκην σημαίνειν τῷ λαῷ τὴν ἐπ' ἐκκλησίας ἄθροισιν, κωλύειν ἤθελον. Ὅτε γοῦν τὴν ἀρχὴν ἐκρούσθη τοῦτο περὶ τὴν καθολικὴν πρὸς δείλην ἑσπερινήν, ξιφήρεις αὐτίκα ἐπὶ τὸν κρούσαντα κατὰ ῥιπὴν ὀφθαλμοῦ ἢ τάχος ἀστραπῆς οἱ βάρβαροι, καὶ τὸν διάβολον συνήθως μασώμενοι καθ' ὕβριν ἡμετέραν «τί τοῦτο;» ἔλεγον καὶ ἐκώλυσαν τότε τὸ ἔργον. Καὶ διέβη τὸ τούτων θέλημα κατὰ φόβον τὸν 136 ἐξ ἡμῶν καὶ εἰς τοὺς λοιπούς, ὅσοι οὕτως ἔψαλλον. Μετὰ δὲ οὐ πολλὰς ἡμέρας, τῆς ἑορτῆς ἡμῖν ἐσαύριον ἀχθησομένης τῆς Ὑψώσεως τοῦ παντίμου σταυροῦ, ἀνῆλθον μὲν οἱ ἱεροκήρυκες εἰς τὴν τοῦ καθ' ἡμᾶς καθολικοῦ ἱεροῦ κορυφήν, τὰ συνήθη τελέσοντες ἐν ἐπιτομῇ· οὐδὲ γὰρ ἐξῆν πλατῦναι διὰ τὸ τῆς εὐφημίας οὐκ ἀπρόσκοπτον. Καὶ ὡς ἐσήμαναν τῷ ξύλῳ τὴν ἑορτὴν τρανέστερον, πάλιν οἱ βάρβαροι ξίφη γυμνὰ καὶ ἄνοδοι αὐτῶν ἐντρεχεῖς καὶ ἀνακρίσεις καὶ ἔρευναι τῶν κύκλῳ κατά τινα ἰχνηλάτησιν, μὴ καί τις δόλος ὑποκρύπτοιτο. Ὡς δὲ καὶ πολυπραγμονήσαντες καὶ κακολογήσαντες καὶ ἀπειλησάμενοι σταθεροὺς ἑρμηνευτὰς τοῦ πράγματος εὗρον τοὺς περὶ ἡμᾶς, ἐπραΰνθησαν καὶ κατῆλθον ἥμεροι καὶ οὐκέτι ἐνώχλησαν οὐδαμοῦ, οἷα λελυμένου τοῦ ἀπόρου σφίσι πρὸς ἀλήθειαν. Τότε δὴ καὶ ἐπῆλθεν ἡμῖν ἀπορῆσαι τί δήποτε τοὺς μὲν ἄνω περὶ τὸν τοῦ Μυροβλύτου ναὸν σημαντικοὺς τοῦ ψάλλειν μεγάλους κώδωνας οὐχ ὑποπτεύουσι, τὸ δὲ περὶ τὴν μητρόπολιν συνθηματίζον ξύλον τὴν ἱερὰν σύναξιν βαρέως φέρουσι. Καὶ διενοησάμεθα, ὡς εἰκός, μὴ τοὺς τυχόντας Λατίνους δυσαρεστηθῆναι, ἀλλὰ τῶν τινας ἐκ τῆς Μεγαλοπόλεως, οἳ τῷ ἱερῷ παρατυχόντες πολέμῳ, τῷ προεκτεθειμένῳ εἰς ἱστορίαν, καὶ μαθόντες ἐν τῷ μεγάλῳ ναῷ τότε ξύλα τοιαῦτα κροταλιζόμενα καὶ τὸν Ἀνδρόνικον προκαλούμενα ὡς εἰς ἐπικουρίαν τῶν τῆς ἐκκλησίας, ᾠήθησαν κἀνταῦθα ἡμᾶς τοιοῦτόν τι μηχανᾶσθαι. Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἡμερινὰ κακά, ἐξ