De capta Thessalonica 3 Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον

 φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ

 τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ

 μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ'

 ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν

 παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόν

 πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ

 γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆ

 Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασ

 οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττ

 καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κ

 Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ι

 δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶ

 δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤ

 πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

 ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ

 τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίου

 Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκ

 τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐ

 τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθ

 μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμ

 ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγ

 νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, π

 πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ το

 τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, κα

 περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσ

 πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴ

 τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ

 γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ

 ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς

 ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τ

 τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ

 Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄσ

 αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γ

 κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φί

 ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Κα

 κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθ

 ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις

 ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς

 συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελ

 συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι ε

 τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή.

 ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν

 θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβ

 διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδε

 εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον

 ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτε

 πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπα

 ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες,

τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθαι, οὐδὲν ἀπεοικότες οὐδ' αὐτοὶ τοῦ Κομνηνοῦ, ὃς μόνος ἐδόξαζε τὴν τοσαύτην βασιλείαν ταχὺ καταλήψεσθαι, βραχὺ κατ' αὐτῆς παρακαλπάσας τὸν ἵππον, καὶ κατακτήσεσθαι αὐτὴν χειρωσάμενος ὡσεὶ καὶ στρουθοῦ φωλεόν, λόγῳ μὲν τῷ Σικελῷ, ὃν καὶ γνησίως αὐθέντην ἐπεγράφετο, ψυχῇ δὲ ἑαυτῷ. Ἰνδάλλετο γάρ, οὐκ οἴδαμεν ὅπως, καθὰ καὶ προεξεθέμεθα, ἅμα τε ἐκφαίνεσθαί που καὶ πάντας εὐθὺς τοὺς Ῥωμαίων ὀφθαλμοὺς εἰς αὐτὸν ὡς ἥλιον ἐπιστρέφεσθαι καὶ αὐτοῦ μόνου γίνεσθαι. Ἐξεῖρψεν οὖν ἡ Λατίνη γῆ πλῆθος οὕτω πολὺ στρατιᾶς, ἀφ' ἱκανοῦ ἡμᾶς ἐκφοβοῦν, καὶ γίνονται πάντες τῆς Ἰλλυριῶν ἠπειρώτιδος, ἣ τερματίζει τὰ Ῥωμαίων εἰς τὸν Ἀδρίαν κόλπον. Καὶ περισχόντες τὴν τῶν ἐκεῖσε μητρόπολιν, τὸ ∆υρράχιον, ἀπονητὶ ἀποχειροῦνται καὶ ὡς εἰπεῖν αὐτοβοεί, κατὰ μὲν τὸν Ἀνδρόνικον φάναι, προδεδομένην ὑπ' ἄλλων εἰς τὸ πᾶν, οὕτω γὰρ ἐκεῖνος ἐθεράπευε τὰ κατ' αὐτόν, οὐχ ἑαυτῷ ἀλλ' ἑτέροις ἐπιγράφων ἃ ἐδυστύχει δι' αὐτὸν ἡ Ῥωμαῒς γῆ, πρὸς δὲ ἀλήθειαν ὑπ' αὐτοῦ ἐκείνου πρόδοτον. Καὶ γάρ τοι πρὸ βραχέος χρόνου Ῥωμανόν τινα στείλας, ὃν ὁ καλὸς Ἴστροςφαύλην ἀπόρροιαν ἐναπερευξάμενος εἰς Κωνσταντινούπολιν γαμβρὸν ἐκείνῳ ἐφυλάξατο ἐν τοῖς τότε καιροῖς, τοὺς ἐν τῷ ∆υρραχίῳ ἀνθοῦντας ἐμάρανε πλούτου ἔρωτι, ὁποῖος ἐκεῖνος πλουτῶν ἄντικρυς τὰ τοιαῦτα μὴ κορεννύμενος. Κἀντεῦθεν ἡ πόλις κακυνθεῖσα καὶ μὴ πάνυ γενναίως ἀντισχοῦσα ἑάλω καὶ μάλα κακῶς ἔπαθεν ἐμπρησμοῖς τε καὶ λοιποῖς κακοῖς, ὁπόσα φιλεῖ ἀνδρίζεσθαι πόλεμος οὐ στησόμενος ἀλλὰ προβησόμενος καὶ ἐκστήσων φόβῳ τοὺς ἐφεξῆς. Οὕτω δὲ ἑαλωκυῖα ἡ τοιαύτη πόλις ἐθρόησε μὲν εἰς πολὺ καὶ ἡμᾶς καὶ ὅσοι δὲ ἄλλοι τὸ εὐεπιχείρητον τοῦ ἐκεῖ δυσπραγήματος ἔμαθον· οὓς ἐλύπει καὶ ἡ τοῦ ἀγαθοῦ στρατηγοῦ Ἰωάννου τοῦ Βρανᾶ κατάσχεσις, ὃς οὐ πολὺν περικείμενος στρατὸν καὶ ὅμως εἰς φυλακὴν τοῦ φρουρίου παραβυσθεὶς φόβῳ τοῦ βασιλέως Ἀνδρονίκου μὴ καὶ προδότης ἐπικληθεὶς καὶ εἰς χεῖρας ἐκείνῳ πεσὼν ἀπαχθείη τοῦ ζῆν παρήχθη τῇ τῆς πόλεως ἁλώσει εἰς Σικελίαν αἰχμάλωτος. 66 Καὶ ἐξεφόβει μὲν οὕτω τοὺς πέριξ μέχρι καὶ ἐς Θεσσαλονίκην τὸ οὕτω ταχὺ τῆς ἁλώσεως ἐκείνης καὶ ὅτι, καθά τις ἂν εἴποι τὸ τάχος τοῦ κακοῦ ἐνδεικνύμενος, θατέρῳ μὲν τοῖν ποδοῖν ἕκαστος τῶν πολεμίων ἐπέβη τῆς Ἰλλυριῶν γῆς, θατέρῳ δὲ κατενεπήδησε τῆς ἐχυρωτάτης ἐκείνης πόλεως. Ὅτι δὲ καὶ τὰ ἐκεῖθεν ἕως καὶ ἐς τὴν καθ' ἡμᾶς Μακεδονικὴν οὐδὲν αὐτοῖς ὁδοῦ προσέστη σκῶλον εἰς ἐμπόδιον, ἀλλὰ τοῦτο τὰς ἁπάντων ψυχὰς ἑτοίμους ἔστησε τῶν κατ' αὐτὰς ἀπαλλάττεσθαι σωμάτων, οἷς ἐταράχθησαν. Οὐκ ἔστι γὰρ ὅπου συνήντετό τι δεῖμα ἐκείνοις, οὐ μέγα, οὐ μικρόν, οὐ μέσον, ἀλλ' ὡς διὰ λείων πεδίων ποταμὸς πλήθων ἐκεῖνος ὁ πεζὸς κατέρρεε στρατός, ἕως ἡμῖν συνέμιξεν ἄσκυλτος. Ὁ δέ γε ναυτικὸς τὴν οἰκείαν τραπόμενος, ἔπλεε συνελευσόμενος ἐν καιρῷ μερίταις καὶ κορυφώσων ἡμῖν εἰς μέγα τὸ κακόν. Καὶ ὑστέρησε τοῦ πεζοῦ ἡμέρας τινάς, εἰς ἔνδειξιν οἶμαί τινα τῆς τε καθ' ἡμᾶς οὐθενείας τῆς τε κατ' αὐτοὺς ἰσχύος, ταύτης μὲν ὡς, εἴπερ ὁμοῦ ἐπῆλθον ἡμῖν, οὐκ ἂν οὐδὲ γοῦν μίαν ἡμέραν ἀντέσχομεν, ἐκείνης δέ, ὅτι καὶ μόνον τὸ πεζὸν τοῦ στρατοῦ περικαθήμενον ἔχοντες, οὕτως ἀρετῶντες ἦμεν τῷ φαύλῳ στρατηγῷ, ὡς μηδεμίαν ἐκδρομήν τινα κατ' αὐτὸν γενέσθαι στρατιωτικήν, ἀλλὰ φυλάττεσθαι τῷ ῥηγὶ τοὺς ἐκείνου εἰς ἀδνούμιον ἀπρονόμευτον καὶ οἷον μὴ παθεῖν κολόβωσιν. Καὶ ὁ μὲν πεζὸς λαὸς περιεκάθισε καθ' ὥραν ἀρίστου τὴν καθ' ἡμᾶς πόλιν, Αὐγούστου μηνὸς ἄγοντος ἕκτην ἡμέραν, <καθ' ἣν ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος ἡμῶν ἑορτάζεται, ὁ δὲ ναυτικὸς κατὰ τὴν πέμπτην καὶ δεκάτην τὰς νῆας ἐλιμένισε>, καθ' ἣν ἡ ἔνδοξος κοίμησις τῆς πανάγνου Θεομήτορος μνημονεύεται. Καὶ τότε δὴ οὐκέτι φευκτὰ ἦν ἡμῖν, ἀλλ' οἱ ἀγχινούστεροι προεωρῶντο οἷα πείσονται, ὅπου γε οὔκουν ὀλίγοι καὶ πρὸ τούτων συνεώρων τὸ