De capta Thessalonica 3 Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον

 φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ

 τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ

 μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ'

 ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν

 παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόν

 πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ

 γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆ

 Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασ

 οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττ

 καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κ

 Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ι

 δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶ

 δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤ

 πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

 ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ

 τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίου

 Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκ

 τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐ

 τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθ

 μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμ

 ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγ

 νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, π

 πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ το

 τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, κα

 περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσ

 πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴ

 τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ

 γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ

 ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς

 ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τ

 τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ

 Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄσ

 αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γ

 κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φί

 ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Κα

 κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθ

 ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις

 ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς

 συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελ

 συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι ε

 τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή.

 ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν

 θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβ

 διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδε

 εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον

 ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτε

 πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπα

 ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες,

πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπαύσεσθαι, ὡς εἴ τις ἐρεῖ μὴ ἂν ἰδέσθαι πω τὸν ἥλιον ἄλλοθι μείζω πάθη, οὐκ ἂν ἔξω λόγου ἀπισχυρίσαιτο. Καὶ εἴπερ εὑρήσω τὸν ἀντιπεσούμενον, ἀλλ' ἐνταῦθα οὐκ αἰδέσομαι εἰς λαλιὰν οὔτε τὸ βαθὺ γῆρας οὔτε τὴν ἐπισκοπήν, ἀλλ' ἐνστήσομαι καὶ ἐπαγωνισάμενος οὐκ ἂν πόρρω σκοποῦ τὸ τῆς ῥητορείας βέλος ῥίψαιμι. Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα, εἴ τι χρὴ τραγῳδικῶς συντελέσαι τὸν λόγον, ἔνθα τὸ πάθος τραγῳδίας ἄξιον καὶ οὔτε λόγῳ καθ' ὅλον οἷόν τε παραστῆναι οὔτε κατὰ ἔργον φέρεσθαι. Εἴη δὲ μέχρι τοῦδε λωφῆσαι τὸ πᾶν, μὴ καὶ ἀκούσωμεν καὶ αὐτοὶ ὡς οὐκέτι ὁ τοῦ Θεοῦ καθ' ἡμῶν θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ καὶ οἵα τε κατενεχθεῖσα πατάξαι εἰς θάνατον. Οὐκ ἀκουσόμεθα δὲ μένειν <θυμὸν> Θεοῦ καθ' ἡμῶν, εἴπερ διορθωσόμεθα. ∆ιόρθωσις δὲ ἡμῖν ἔσται, εἰ μεταβαλώμεθα τοῦ περιπονήρου βίου, δι' ὃν ἡμῖν ταῦτα. Μηδένα γὰρ νοῦς πλανάτω φίλαυτος, ὡς οὐκ ἐνδίκως πεποινηλατήμεθα. 154 Πρῶτος οὖν ἐγὼ πρὸ ὀφθαλμῶν ἱσταμένους τοὺς τῶν ἐμῶν κακιῶν ἐλέγχους ἀναθεωρῶ καὶ ποτνιῶμαι θεοκλυτῶν περὶ ἐλέους Θεοῦ καί πως ἐκ τοῦ δικαίου ἔφεσιν πρὸς τὸ φιλάνθρωπον τίθεμαι, μὴ ἔχων ὑφίστασθαι, εἴπερ ἀνομίας παρατηρεῖ κύριος. Μεταβλητέον οὖν ὅσον τάχος. Οὐκέτι γὰρ οἱ πλείους, ὡς βλέπω, μεταβολὴν τὴν χρηστοτέραν ἠλλάγμεθα. Μενοῦνγε φιλοτιμούμεθα καὶ αὐτοὶ λέγειν «ἰδοὺ καὶ πάλιν ἡμεῖς· τίς ἡμῶν κύριός ἐστιν;» ὡς μηδενὸς ἡμῖν φαῦλον ἐπιψηφισαμένου μηδέν. Ὢ τῆς ἐν ἡμῖν δυσαισθησίας, μή μοι δὲ γένοιτο καὶ ἀναισθησίας εἰπεῖν, ἐν τῷ μὴ τὰ αἴτια [καὶ] κατασκέψασθαι καὶ ἐκ ποδῶν ποιήσασθαι, ἀφ' ὧν ἡμῖν κατεβρέχθη κεραύνια κακά, δι' ὧν ἐκτεφρωθέντες πληγὰς ἐνετρίβημεν, ἅσπερ οὐκ ἂν οὐδ' εἰς μακροὺς ἐνιαυτοὺς ἀπαλθησόμεθα. Εἰσὶ δὲ ταῦτα, οὐ γὰρ ὀκνήσω καὶ πάλιν τὸ τοῦ λόγου χειρισάμενος ἄροτρον ἀναπολῆσαι τὴν κατ' ἐμὲ πνευματικὴν ταύτην γῆν καὶ τὸν θεῖον σπόρον, ὡς εἴθισται, καταβαλεῖν, οἱ φθόνοι, τὸ πρεσβύτατον κακόν, τὸ τοῦ καλλίστου ζῴου μέγα αἶσχος, τὸ δεινὸν τοῦ καταπεσόντος ἑωσφόρου θέειον, ὃ συνεφήψατο τῆς ἐν ἡμῖν κακοποιοῦ κεραυνώσεως· οἱ συγγέροντες τῷ φθόνῳ τῦφοι, εἰς οὓς ὁ, ὡς εἰπεῖν, τυφογέρων δαίμων ἀναβιβάσας ἡμᾶς καὶ προσκυνηθεὶς ὡς ἐπὶ βασιλείαις τισίν, εἶτα κατέρριψε κάτω κάρα βαλὼν τοὺς πολλοὺς [καὶ] εἰς Τάρταρον· αἱ διαβολαί, αἳ τὰς θανασίμους καθ' ἡμῶν ἀπεύθυναν βολάς· τὸ βαθὺ ψεῦδος, οὗ ἕνεκεν ὁ τῆς ἀληθείας θεὸς ἀπῆρε τοὺς ὀφθαλμοὺς ἐξ ἡμῶν· τὸ φιλοχρήματον, οὗ κατ' αἰτίαν εὖ δεδικαιωμένοι πάντων χρημάτων ἀπεγυμνώθημεν, δίχα γε τῶν καὶ εἰσέτι τῷ φωλεῷ τούτῳ ἐπωαζόντων, κἀκεῖθεν καταθρασυνομένων τῶν μὴ φωλεοὺς ἐχόντων, ἔνθα κλινοῦσι τὰς κεφαλάς· οἳ βλεπέτωσαν μήποθεν ὄφις, ὁποίους χρὴ δεδιέναι, ὑφερπύσας ἀχρειώσῃ αὐτοῖς τὰ τῆς φωλείας ὡς μὴ τελεσφορηθῆναι εἰς νεόττευσιν· αἱ ἐπὶ δίκῃ συκοφαντίαι, ἃς ὑπερμισήσας ὁ δίκαιος ἐδικαίωσεν ἡμᾶς, οἷς οὐκ ἂν συκοφαντίαν προηγησαμένην ἐπικαλέσαιμεν· οἱ ἐπὶ δανείσμασι μετρίοις ἀσύμμετροι καὶ βαρεῖς τόκοι, οἷς οἱ ἀπάλαμνοι κατεπονοῦντο καὶ ἀπέριττοι καὶ ἀπεριουσίαστοι, οὓς ἐλεήσας ὁ τὰ ἐλαφρὰ φορτίζων Θεὸς καὶ τοὺς κοπιῶντας καὶ πεφορτισμένους προκαλούμενος εἰς ἀνάπαυσιν μάχαιραν κατηκόνησεν ἔξωθέν τε καὶ ἔσωθεν, ἀτεκνοῦσαν τοὺς τοῦ τοιούτου τόκου πατέρας, οἳ μηδὲ τὴν ἀρχὴν σπαρῆναι πρὸς πατέρων ὤφειλον· εἰ δὲ καὶ ἐκ τῶν ταμιείων φόβος τοὺς τοιούτους ἔσχε, καὶ οἴδαμεν καὶ οἴδασι. 156 Προσλογιστέον τοῖς φαύλοις ἐν ἡμῖν αἰτίοις καὶ τὸ τῆς φιλίας εὐπεριφρόνητον καὶ οὐ μακρόβιον, ἀλλ' ἐφήμερον· ὅθεν κεκινημένοι τὸ ἄγριον βάρβαρον διέθεντο εἰς ἡμᾶς τὰ διὰ βίου θρηνηθησόμενα. Συντακτέον τούτοις καὶ τὸ ἀχάριστον καὶ ἁπάσης χάριτος εὐεπίληστον καὶ οἶον θνῄσκειν ταχύ, ὡς ἅμα ἠλεῆσθαί τινα καὶ τεθνάναι τὴν χάριν κατὰ τὴν παροιμίαν. ∆ιὸ ἥρπασεν ὁ Θεὸς ἀφ' ἡμῶν τὰς χάριτας, αἷς ἐκ μακροῦ τὸ καθ' ἡμᾶς λάχος ὡράϊστο. Προσγραπτέον καὶ τὸ