De capta Thessalonica 3 Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον

 φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ

 τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ

 μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ'

 ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν

 παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόν

 πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ

 γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆ

 Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασ

 οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττ

 καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κ

 Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ι

 δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶ

 δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤ

 πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

 ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ

 τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίου

 Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκ

 τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐ

 τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθ

 μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμ

 ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγ

 νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, π

 πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ το

 τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, κα

 περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσ

 πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴ

 τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ

 γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ

 ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς

 ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τ

 τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ

 Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄσ

 αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γ

 κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φί

 ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Κα

 κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθ

 ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις

 ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς

 συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελ

 συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι ε

 τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή.

 ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν

 θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβ

 διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδε

 εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον

 ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτε

 πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπα

 ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες,

Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι 58 κῶν ὀνομάτων, ἐκεῖ ἀπέβλεπεν αὐτοῖς τὸ δεόμενον τῆς ψυχῆς καὶ οἱ πόδες αὐτίκα ἔτρεχον καὶ ἡ γλῶσσα ἐλάλει καὶ ἐνήργει πρὸς πειθώ. Μάλιστα δὲ τοιούτου ἐπειράθη ὄχλου ὁ τῶν Σικελῶν εἴτε ῥὴξ εἴτε τύραννος, ὡς οἱ ∆ιονύσιοι καθ' ἱστορίαν βεβαιοῦνται καὶ οἱ Φαλάριδες, καὶ ὅσοις δὲ ἄλλοις τὸ ἐκεῖ ἄρχειν τυραννεῖν καὶ ἦν καὶ ἐλέγετο. Ἔνθα ὁ πρῶτος πρὸς βίαν κατάρξας καὶ τὸ ῥωμαϊκὸν ἐκεῖνο κομητᾶτον εἰς ῥηγᾶτον μεταγράψας Ῥογέριος ἦν, ῥέκτης ἀνὴρ καὶ τῷ ὄντι δραστήριος καὶ ἐν τοῖς ἐκεῖσε πολλὴν ἱστορίαν ὑπὲρ ἑαυτοῦ περικείμενος. ∆εύτερος δὲ μετ' ἐκεῖνον καὶ χρόνῳ καὶ χειρὶ καὶ τύχῃ παῖς ἐξ ἐκείνου, οὐκ οἶδ' ὅπως ἥκων τοῦ ὀνομάζεσθαι. Ὁ δὲ ἄρτι ζῶν, Γελίελμον ἐκεῖνόν φασιν, μεγαλεπήβολος μὲν τὴν ἔφεσιν, μικροτελεστὴς δὲ ἐν ταῖς ἐπιβολαῖς. Ὀλίγα μὲν γάρ τινα ἠνδραγαθίσατο, τὰ πλείω δὲ ἔπταισε. Καὶ ὡς μὲν κατὰ τὴν σκέψιν Ἀριστοτέλους εἰς τριγονίαν τὰ πολλὰ τὸ τυραννικὸν φῦλον ἀνθοῦν εἶτα μαραίνεται συχνὴ πεῖρα παρέδειξεν· οὗτος δέ, οἷς ἄρτι εὐτυχῶς ἑαυτῷ ἐπέττευσεν, οἴοιτο ἂν τάχα οὐ μόνον οὐκ ἀπανθήσειν, τρίτος ὢν αὐτὸς τῷ γένει, ἀλλὰ καὶ κάρπιμος ἔσεσθαι· πάνυ γὰρ ἡμῶν κατευτύχησεν. Ὁ δὴ οὖν Γελίελμος οὗτος, κότον τε οἶμαι τρέφων οἷς ποτε ὁ Μανουὴλ κατεστράτευσε τῆς αὑτοῦ καὶ πολλὰ καὶ ἐλύπησε καὶ ἔβλαψε καὶ ἅμα καὶ ζηλῶν πατρικὴν διὰ θαλάσσης ὁρμήν ποτε παλαιὰν κατὰ τῆς Κωνσταντινουπόλεως, ἣν ὁ πατὴρ ἀνήνυτον ἐξετέλεσεν, ὁμοῦ δὲ καὶ συνάψας εἰς νοῦν τὴν καὶ διὰ γῆς καὶ διὰ θαλάττης μελέτην τοῦ Μανουὴλ κατὰ τῆς τῶν Σικελῶν (κατ' ἄμφω γὰρ ἐκεῖνος ἐπεχείρησε, καλῷ μὲν ἐπιβαλὼν πράγματι, κατακυβευθεὶς δὲ τύχαις πολέμου), προσίεται τὴν πρεσβείαν τῶν τοῦ Ἀνδρονίκου ἐχθρῶν, ὧν κατάρχειν ὁ Κομνηνὸς Ἀλέξιος ἠγλαΐζετο, πολυπλάνητος καὶ αὐτὸς καὶ μακρὰ περιοδεύσας, εἴγε πρὸς τοῖς ἄλλοις καὶ διὰ Ταυρικῆς καὶ Σκυθίδος γῆς ἐλθὼν διὰ τὸν Ἀνδρόνικον μυρία ἔκαμε. Καὶ τυγχάνει βαλὼν ἔπος ὁ Σικελός, τήν τε ξηρὰν τήν τε ὑγρὰν ἐμπλῆσαι τῆς κατ' αὐτὸν δυνάμεως, καὶ οἷόν τινα νέφη στρατοῦ ὑπερστῆσαι καὶ αὐτῆς τῆς Μεγαλοπόλεως, δι' ὧν ἐπιβρέξας ὄλεθρον κατακλύσει τοὺς ἀμφὶ τὸν Ἀνδρόνικον, φυσῶντος ἐνταῦθα μεγάλα καὶ τὰ τοιαῦτα νέφη συνελαύνοντος καὶ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἔλεγε γάρ, ἀλλὰ καὶ ἐδόξαζε, πρὸς αὐτοῦ εἶναι τὴν πᾶσαν Ῥωμαΐδα καὶ φιλεῖν αὐτὸν 60 εἰς τὸ γνήσιον καὶ μὴ ἂν ἀφέξεσθαί τινας αὐτοῦ, ἀλλ' ἅμα ἢ κατιδεῖν ἢ μηνύματι ἐρεθισθῆναι καὶ αὐτίκα ἐπιδιδόναι κατακύπτοντας ἑαυτοὺς εἰς ὑποταγήν. Ἐνεκρύπτετο δὲ τοῖς λόγοις τούτοις καὶ νοῦς, ὡς οὕτως ἔχων καὶ οὕτω φιλούμενος καὶ εἰς τὰ ἑκάστων παραδυόμενος σπλάγχνα βασιλεύσει αὐτός, ῥίψας τὸν Ἀνδρόνικον, παραγόμενος κἀνταῦθα τῆς ὀρθῆς. Ὁ γὰρ Σικελὸς ῥὴξ ἄλλα ἤθελε καὶ Σικελίαν μὲν καὶ τὸ κατ' αὐτὴν ῥηγᾶτον ἑτέροις, ὥς φασιν, ἀποκαταστῆσαι, αὐτὸς δὲ μετεμβῆναι εἰς τὴν Μεγαλόπολιν μεμελέτηκε. Συνέπεσε δέ τι ἐν τούτοις καὶ τοιοῦτον. Εἴδομεν ἡμεῖς μετὰ τὴν ἐν ἡμῖν μεγίστην δυσπραγίαν ἄνδρα τινὰ εὐσταλῆ, μελαγχρῆ πρὸς βάθος, ἐσταλμένον εὖ μάλα τὰ πάντα κατὰ Λατίνους, πλὴν ὅσον βαθυγένειον, ἐσχηματισμένον μὲν ὡσεὶ καὶ ἀποστολικῶς, λεγόμενον δὲ ὑπερπόνηρον εἶναι. Ἡ δὲ φήμη καὶ ἱππότην δεξιὸν αὐτὸν εἶχεν, ὡς καὶ ὁ εὐγενὴς ἵππος ὑπομαρτυρεῖν ἐῴκει, ὃς αὐτὸν ἔφερε, καὶ οἱ ἐκείνου ἐξελιγμοί, ὅτε ᾔρετο ἔφιππος. Ὑπισχνεῖτο δὲ τὸ κατὰ ζώνην αὐτῷ ξίφος καὶ ὁπλίτην αὐτὸν εἶναι. Οὕτω τὸν μοναχὸν ἐψεύδετο, εἰς ὃν ἐπιπολῆς ἐχρωμάτιστο. Ἀλεξίου δὲ κλῆσιν φέρων, Σικουντηνὸν ἑαυτὸν ἐπεκάλει Φιλαδελφηνόν, ἄλλα τινὰ πρὸς ἑτέρων καὶ γνωριζόμενος καὶ λεγόμενος. Οὗτος ὁ ἄνθρωπος, ὅστις ποτὲ καί ἐστι, πλέον τῶν ἄλλων κατά γε πονηρὰν μέθοδον τὸ πῦρ τοῦ καταιθαλώσαντος ἡμᾶς πολέμου ἐξηνέμωσεν εἰς αἰθέριον. Ἦν μὲν γὰρ ὁ δακρύων ἄξιος βασιλεὺς Ἀλέξιος κείμενος ὡς ὁ Ἀνδρόνικος ἔθετο, αὐτὸς δὲ ὁ μοναχός, οὐκ οἶδα σαφῶς ὅθεν πλεύσας εἰς τὰ ὑπὲρ τὸν Ἀδρίαν ἔθνη, ἐπεδείκνυέ