1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

2

οἷον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα· στυγεῖ δὲ κόσμον, οὐδ' ὁρῶσ' εὐφραίνεται. Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ' ἀλγηδόνος, ὥσθ' ἵμερός μ' ὑπῆλθε γῇ τε καὶ πόλῳ λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας. Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων, τίκτουσα μὴ τίκτουσα, φεύγουσ' αὖ τόκους. ∆ύστην', ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον. Τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω; πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι. Οὐκ οἶδα τέρψιν οὐδ' ἐπίψογον φάτιν τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς· οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις. Καὶ παῖδα πῶς ἔτικτον; ὢ θάμβος μέγα· ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν; Πόνους φυγοῦσα, πῶς ὀδυνῶμαι κέαρ; Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο, ὅτ' ἦλθεν εὐάγγελος ἀγγελῶν τόκον, φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα; Λόγοις δὲ τοῦδ' εὔπλαγκτος οὐκ ἐφαινόμην, πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν, οὐχὶ σφάγιον μηνύουσάν μ' ἐκτεκεῖν, ἀλλ' ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου. Ὅμως δ' ἔθυον καὶ γυναικείῳ νόμῳ ψυχῆς τ' ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης, λάσκουσ' ἀνευφημοῦσα τὴν ἀγγελίαν, θυηφάγον φέρουσά τ' εὐώδη φλόγα, οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι, ζῆλον ἔμπυρον, πνεῦμα συντετριμμένον, ἔρωτά τ' ἀκάθεκτον, ἔνθερμον λίαν, ἃ θυσίαν οἴδαμεν εὐφημουμένην. Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος; κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν, ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι· αὗται δ' ἔπεισάν μ' ἡμέρας μίμνειν φάος.

{ΧΟΡΟΣ} ∆έσποινα, νῦν πύκαζε σὸν δέμας τάχει. Ἄνδρες τρέχουσιν ἐμφανεῖς πρὸς τὴν πόλιν.

{ΘΕΟΤΟΚΟΣ} Τί δ' ἐστί; μῶν τις δυσμενῶν ἀγγέλλεται λόχος κρυφαῖος ἑστάναι κατ' εὐφρόνην;

{ΧΟΡΟΣ} Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει, στρατὸν πολύν τε πᾶσαν ἀν' ὄρφναν βλέπω λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη. {ΘΕΟΤΟΚΟΣ} Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς στείχει, νέον τι πρᾶγμ' ἔχων ἴσως φράσαι. {ΧΟΡΟΣ} Ἴδω τι λέξει καὶ τίν' ἀγγελεῖ λόγον. Πότνια, πότνα, σεμνοτάτα παρθένε· αἲ αἲ αἲ αἴ· Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου· τανῦν δὲ τάλαιν' ἡ πάλαι μακαρία. {ΘΕΟΤΟΚΟΣ} Τί δ' ἐστίν; ἤ πω τίς μ' ἀποκτεῖναι θέλει; {ΧΟΡΟΣ} Οὔκ, ἀλλὰ Παῖς θνῄσκει σὸς ὑπ' ἀλαστόρων. {ΘΕΟΤΟΚΟΣ} Οἴμοι, τί λέξεις; ὥς μ' ἀπώλεσας, γύναι. {ΧΟΡΟΣ} Ὡς οὐκέτ' ὄντος Υἱέος φρόντιζε δή. {ΘΕΟΤΟΚΟΣ} Ὦ δεινὰ λέξασ', οὐχὶ συγκλείσεις στόμα καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ' ἐκφέρειν; Τὸν ὄντ' ἀεὶ γὰρ μηκέτ' εἶναι πῶς λέγεις; Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν, λέγ' ὡς προσήκει, μηδ' ἀτιμάσῃς Θεόν. Γονᾶς γὰρ ἀπὸ χρυσέας ἔβλαστέ μοι· καινὸν δὲ πίτνειν αἷμ' ὑπ' ἀνέρων Θεοῦ· θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον. Ἔτικτον αὐτόν, οἶδα δ' ὡς ἐγεινάμην. {ΧΟΡΟΣ} Ὦ τλῆμον, οὐκ οἶσθ' οἷ κακῶν ἐλήλυθας καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους. Ἠοῦς φανείσης, Υἱέος γ' ὄψει μόρον, ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι. Καίτοι δέδορκ' ἐνθάδε τῶν Παιδὸς τινὰ στείχοντ' ὀπαδῶν, πνεῦμά τ' ἠρεθισμένον, σπουδῇ πρὸς ἡμᾶς τόνδ' ἰθύνοντα δρόμον· δείκνυσι δ' ὥς τι καινὸν ἀγγείλῃ παρών. {ΘΕΟΤΟΚΟΣ} Τί δήποτ' ἆρα σημάναι νέον θέλει; {ΧΟΡΟΣ} Ἴδω τί λέξαι πνευστιῶν οὗτος θέλει. {ΑΓΓΕΛΟΣ} Ὀττοτοτοί· Καλλίστα, πότνα, σεμνοτάτα Μαρία, αἲ αἲ αἲ αἴ· ἀπωλόμεσθ' οὐ δυσμενῶν τάχ' ὑπό του. {ΘΕΟΤΟΚΟΣ} Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον; Ἄγ' εἰπέ, τίς φοβεῖ σε φήμ' αὖθις νέα; {ΧΟΡΟΣ} Ἔκλυες ὤ, ἄϊες ὤ, ἤκουσας ὃς ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις; {ΘΕΟΤΟΚΟΣ} Πρὸς τοῦ τόδ' ἄλλο καινὸν ἀγγελεῖς κακόν; τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων; {ΧΟΡΟΣ} Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει, ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον. {ΘΕΟΤΟΚΟΣ} Οἴμοι, τόδ' οἷον ἄλλο πρὸς κακῷ κακόν, εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα. Ἦ που τετόλμηκ' ἔργον ἄτολμον τάλας; τί δ'