2
φύσιν τῇ ψυχῇ ἐννοήσωμεν, τὸ ἐν παντὶ θεοπρεπεῖ νοήματι τέλειον διὰ τοῦ ὀνόματος τούτου συμπαρεδεξάμεθα· τὸ γὰρ θεῖον ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λόγῳ τὸ τέλειον ἔχει. εἰ δὲ ἐλλείποι τινὶ καὶ ὑστερίζοι κατά τι τῆς τελειότητος, κατὰ τὸ ἐλλεῖπον χωλεύσει καὶ ὁ τῆς θεότητος λόγος ὡς μηκέτι θεῖον ἐν ἐκείνῳ τῷ μέρει ἢ εἶναι ἢ λέγεσθαι. πῶς γὰρ ἄν τις τῷ ἀτελεῖ καὶ ἐλλείποντι καὶ τῆς ἑτέρωθεν προσ θήκης προσδεομένῳ τὴν προσηγορίαν ταύτην ἁρμόσειεν;
Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικὴν αἴσθησιν τοῖς ἁπτομένοις παρέχεται· καὶ οὐ τὸ μέν τι τῆς φλογὸς ὑπερτεταμένην, τὸ δὲ ὑφειμένην ἔχει τὴν θερμασίαν· ἀλλ' ἕως ἂν ᾖ πῦρ, ὅλον διόλου τῇ ταὐτότητι τῆς ἐνεργείας ἀδιάστατον πρὸς ἑαυτὸ τὴν ἕνωσιν ἔχει. εἰ δέ τι κατά τι μέρος καταψυχθείη, οὐκέτι πῦρ κατὰ τὸ κατεψυγμένον ὀνομασθήσεται τῇ πρὸς τὸ ἐναντίον ὑπαλλαγῇ τῆς θερμαντικῆς ἐνεργείας συμμεταποιουμένου καὶ τοῦ ὀνόματος. ὡσαύτως καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ πάντων τῶν στοιχειωδῶς ὑποβεβλημένων εἶς καὶ ὁ αὐτὸς ἐφ' ἑκάστου λόγος οὐ παρα δεχόμενος πλεονασμὸν ἢ ἐλάττωσιν. οὐδὲ γὰρ τὸ ὕδωρ μᾶλλον ἢ ἔλαττον δύναται λέγεσθαι· ἕως γὰρ ἂν ἐπίσης ὑγρὸν ᾖ, καὶ ἡ προσηγορία τοῦ ὕδατος ἐπ' αὐτοῦ ἀληθεύεται· εἰ δὲ μεταποιηθείη πρὸς τὴν ἐναντίαν ποιότητα, συνηλλοιώθη πάντως ἐπ' αὐτοῦ καὶ τὸ ὄνομα. καὶ τοῦ ἀέρος τὸ μαλακόν τε καὶ ἀνωφερὲς καὶ κοῦφον ἐπίσης πᾶσι τοῖς μορίοις ἐν θεωρεῖται· τὸ δὲ πυκνὸν καὶ ἐμβριθὲς καὶ εἰς γῆν ῥέον διαφεύγει τὸ καὶ ἀὴρ ὀνομάζεσθαι. οὕτως καὶ ἡ θεία φύσις, ἕως μὲν ἂν διὰ παντὸς τοῦ περὶ αὐτὴν εὐσεβῶς θεωρουμένου 3,1.92 νοήματος τὸ τέλειον ἔχῃ, ἐπαληθεύσει τὴν προσηγορίαν τῇ τοῦ ἀγαθοῦ τελειότητι· εἰ δὲ ὑποσπασθείη τι τῶν συντεινόντων εἰς τὸν τῆς τελειότητος λόγον, ψεύσεται κατ' ἐκεῖνο τὸ μέρος τὸ τῆς θεότητος ὄνομα καὶ οὐκ ἐφαρμόσει τῷ ὑποκει μένῳ· ἴσον γὰρ ἢ καὶ μᾶλλόν ἐστι τὸ ἀδύνατον ξηρῷ σώματι τὴν τοῦ ὕδατος ἐπωνυμίαν ἁρμόσαι καὶ πῦρ προσαγορεῦσαι τὸ κατεψυγμένον ἐν τῇ ποιότητι καὶ τὸ στερρὸν καὶ ἀντίτυπον ἀέρα εἰπεῖν καὶ θεῖον ὀνομάσαι, ᾧ μὴ συνυπακούεται ἡ τῆς τελειότητος ἔννοια.
Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προση γόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ πνεύματος; εἰ γὰρ θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔνδοξόν τε καὶ ἀΐδιον καὶ πάντα ὅσα τοῦ τοιούτου γένους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τὰς ὑπολήψεις ἡμῶν ἐπαίροντα. ταῦτα οὐκ ἐκ μετουσίας ἔχειν ἡ ἁπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται ὡς ἄλλο μέν τι τῇ ἑαυτοῦ φύσει ὑπονοεῖν εἶναι, ἕτερον δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων· ἴδια γὰρ ταῦτα τῶν σύνθετον εἰληχότων τὴν φύσιν. ἁπλοῦν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάντων ἐπίσης συνωμολόγηται καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. εἰ οὖν ἁπλοῦς ὁ τῆς φύσεως αὐτοῦ λόγος, οὐκ ἐπίκτητον ἔχει τὸ ἀγαθόν, ἀλλ' αὐτὸ ὅ τί ποτέ ἐστιν, ἀγαθότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, δικαιοσύνη, ἀϊδιότης, ἀφθαρσία, πάντα τὰ ὑψηλὰ τῶν ὀνομάτων καὶ ὑπεραίροντα· τὸ οὖν τοιοῦτον ἐκ ποίας διανοίας ἄδοξον εἶναι κατασκευάζουσιν οἱ μὴ φοβούμενοι τὸ χαλεπὸν τῆς κατὰ τοῦ πνεύματος βλασφημίας κατάκριμα; σαφῶς γὰρ τοῦτο προτείνουσι τὸ μὴ δεῖν αὐτὸ δοξαστὸν εἶναι πιστεύειν, οὐκ οἶδα τὸ τῇ φύσει ἔνδοξον τίνι λογισμῷ μὴ ὁμολογεῖν ὅ ἐστι λυσιτελὲς εἶναι κρίνοντες. Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας ἀπηλλοτρίω ται. ἐφ' ὧν γὰρ ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια οὐδεμίαν ἐλάττωσιν 3,1.93 ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εὔλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεώς τινος, τῆς κατὰ φύσιν παραλλα γῆς, οἴεσθαι σημεῖον εἶναι; ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διῃρημένην βλέπων τὴν φλόγααἰτίαν δὲ τοῦ