1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

2

φύσεως, τὸν αὐτὸν ἔχων ∆εσπότην, καὶ ἐν τῷ αὐτῷ κόσμῳ γενόμενος. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν· ἐπὶ δὲ τῆς ἀγάπης τοὺς διηνεκῶς ὀφείλοντας ἀποδεχόμεθα καὶ θαυμάζομεν. Πειθώμεθα τοίνυν καὶ συνάπτωμεν ἑαυτοὺς ἀλλήλοις, κἂν βούληταί τις ἀποστῆναι, μὴ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆμα· Ἐὰν φιλῇ με, φιλῶ· ἐὰν δὲ μὴ φιλῇ με ὀφθαλμὸς ὁ δεξιὸς, ἐξορύττω αὐτόν· ἀλλ' ὅταν σε μὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ μέλος ἐστί· τὸ δὲ μέλος ὅταν ὑπὸ τινὸς ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώματος, πάντα ποιοῦμεν, ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύμεθα τότε. Καὶ γὰρ πλείων ὁ μισθὸς, ὅταν μὴ βουλόμενον φιλεῖν ἐφελκύσῃ. Εἰ δὲ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ μᾶλλον ἐπὶ φιλίας τοῦτο δεῖ ποιεῖν. Ὁ μὲν γὰρ φιλούμενος φιλῶν, ἀπέδωκέ σοι τὴν ἀμοιβήν· ὁ δὲ φιλούμενος καὶ μὴ φιλῶν, τὸν Θεὸν ἀνθ' ἑαυτοῦ σοι χρεώστην κατέστησε. Καὶ χωρὶς δὲ τούτων, ὅταν μὲν φιλῇ σε, οὐ πολλῆς δεῖται τῆς σπουδῆς· ὅταν δὲ μὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως. Μὴ τοίνυν τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυμίας, μηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀμελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρμανον τὸ καταψυχθέν· τὸ γὰρ σφόδρα φιλεῖσθαι ἐθέλειν, ἀπὸ τοῦ σφόδρα φιλεῖν γίνεται. Ὅταν μὲν γὰρ μὴ σφόδρα περὶ τινὰ ὦμεν διακείμενοι, οὐδὲ τῆς παρ' ἐκείνου σφοδρᾶς δεόμεθα φιλίας, κἂν μέγας ᾖ, κἂν περιφανής· ὅταν δὲ θερμῶς τινα καὶ γνησίως φιλῶμεν, κἂν εὐτελὴς ᾖ, κἂν μικρὸς ὁ φιλούμενος, μεγίστην τιθέμεθα δόξαν τὸ παρ' ἐκείνου φίλτρον. Εἰ δὲ ἀδελφῷ χρήσασθαι οὐκ οἶδας, πότε δυνήσῃ ἀλλοτρίῳ χρήσασθαι καλῶς; εἰ τὸ μέλος τὸ σὸν οὐκ ἐπίστασαι μεταχειρίσαι, πότε τὸν ἔξωθεν ἐπισπάσασθαι δυνήσῃ καὶ συνάψαι ἑαυτῷ; Βούλει μὴ ἀκούειν κακῶς; οὐκοῦν μηδὲ λέγε. Ἐπιθυμεῖς ἐπαινεῖσθαι; οὐκοῦν ἐγκωμίαζε. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώμης θέλεις τυχεῖν; οὐκοῦν μεταδίδου. Θέλεις μὴ πλεονεκτεῖσθαι; οὐκοῦν μὴ ἅρπαζε. Τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, οἵους περὶ ἡμᾶς ἐκείνους εἶναι βουλόμεθα. Ὥσπερ γὰρ ψυχὴ ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ' αὖ σῶμα ἄνευ ψυχῆς, οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην. Βούλει θεραπεύειν τὸν δεῖνα; οὐ κωλύω, ἀλλὰ μὴ εἰς 63.570 ἑτέρου λύπην· οὐ γὰρ ἵνα κατ' ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ' ἵνα πάντες ἀλλήλοις συνταττώμεθα. ∆ιὰ τί εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον; Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς μᾶλλον παροξύνει τὸν Θεὸν, οὕτως τὸ ἐν ὁμονοίᾳ εἶναι ἀγαθοὺς μᾶλλον εὐφραίνει. Μὴ γίνου μετὰ πολλῶν ἐπὶ κακίᾳ· κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκιῶν, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς υἱὸς Θεοῦ, καὶ ὁ φίλους κατασκευάζων πόσῳ μᾶλλον; εἰ ὁ καταλλάττων μόνον, υἱὸς Θεοῦ καλεῖται, ὁ τοὺς καταλλαττομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Εἰ γὰρ ὁ μὲν διάβολος ἐχθροὺς ἡμᾶς κελεύει πᾶσι γίνεσθαι, ὁ δὲ Θεὸς ἀσπάζεσθαι καὶ φιλεῖν· καὶ ὁ μὲν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώσας (τοῦτο γάρ ἐστιν ὁ πλοῦτος), οὐδὲ τὰς νύκτας ἀφίησιν ἀναπνεῦσαι μικρόν· ὁ δὲ τῆς μὲν περιττῆς ταύτης καὶ ἀνονήτου φροντίδος ἀφίησι, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης· κἀκεῖνος μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ ταλαιπωρίας οὐ μόνον οὐ δύναται προστῆναι κολαζομένοις ἡμῖν ἐκεῖ, καὶ κακῶς πάσχουσι διὰ τοὺς αὐτοῦ νόμους, ἀλλὰ καὶ ἐπιτείνει τὴν φλόγα· οὗτος δὲ καὶ ποτήριον ἡμῖν ἐπιτάξας δοῦναι ψυχρὸν, οὐδὲ τούτου τὸν μισθὸν καὶ τὴν ἀμοιβὴν ἀφίησιν ἡμᾶς ἀπολέσαι ποτὲ, ἀλλὰ μετὰ πολλῆς ἀντιδίδωσι τῆς δαψιλείας· πῶς οὐκ ἐσχάτης ἀνοίας, τὴν οὕτω προσηνῆ δεσποτείαν καὶ τοσούτων γέμουσαν ἀγαθῶν μὴ φιλοῦντας, ἀχαρίστῳ καὶ ἀγνώμονι δουλεύειν τυράννῳ, καὶ οὐδὲν οὔτε ἐνταῦθα