1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

35

καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. ∆ιὰ τοῦτο, ἐπειδὴ ἦλθε καὶ οὐκ ἦν ὁ ἄνθρωπος· ἐκάλεσε καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὴ δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχουσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Καὶ ὁ Ἱερεμίας ἐν μέσῳ τῷ πλήθει τῶν Ἰουδαίων ἑστὼς ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τοῦτο σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοάς· Ἀπερίτμητα γὰρ τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναι φασὶν οἱ προφῆται· τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκροωμένων, ἀλλ' οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων; Οὐδὲ γὰρ, εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν ἔχοι, οὗτος ἄνθρωπος· ἀλλ', εἴ τις ψυχὴν ἀνθρώπου καὶ διάθεσιν ἔχοι. Οἶδα ὅτι πολλοὶ ἀηδῶς τῶν περὶ νουθεσίας ἀκούουσι λόγων· ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; κἂν γὰρ σιγήσω καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον διὰ τῆς σιγῆς ταύτης τῆς κολάσεως ἀπαλλάξαι ὑμᾶς· ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐντεῦθεν γίνεται· ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημάτων χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ καταβλάπτῃ; τί τὸ κέρδος εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν; ∆ιόπερ ἀναγκαῖον ἐνταῦθα λυπεῖν, ἵνα μὴ τὴν ἐσχάτην ἀποδῶμεν ἐκεῖ τιμωρίαν, καὶ τὴν ἀνύποιστον ὑποστησώμεθα κόλασιν. Οὐ τοίνυν δυσχεραίνειν ὑπὲρ τῶν εἰρημένων χρὴ, ἀλλ' ἀποδέχεσθαι καὶ ἐπαινεῖν. Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ πανταχοῦ τοῖς ἀκροαταῖς ἐκζητοῦντα, ἢ τὴν τῶν ἀκουόντων ὑπιδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν διὰ τῆς ἀκαίρου ταύτης χάριτος. Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν καὶ τούτων πάλιν παρέξομαι μάρτυρα. ∆ιὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκεί 63.614 νην καταφεύγω ψυχὴν, ὅτι χρησμοί τινες εἰσὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα· οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλὰ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι' ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπεν. Τί τοίνυν φησί; Καθαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὡς, εἰ ὑπεστείλατο τοῦ μὴ ἀναγγεῖλαι, οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος, ἀλλ' ὡς ἀνδροφόνος ἐκρίνετο· καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὸ σῶμα ἀναιρεῖ μόνον, καὶ τῷ παρόντι παραδίδωσι θανάτῳ· ὁ δὲ πρὸς χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι, καὶ πρὸς ἀθανάτους παραπέμπει κολάσεις καὶ τιμωρίας. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ διαλεγομένῳ περὶ τῆς τοῦ Θεοῦ συνεχῶς ὀργῆς. τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Εἰ μὲν γὰρ ἐγὼ σιγήσας ἀπέκρυπτον τῇ σιγῇ τὰ ἁμαρτήματα, καλῶς ἐδυσχέρανεν ἕκαστος, καὶ ἠγανάκτει δικαίως, μὴ σιγῶντος ἐμοῦ· εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν; Ὁ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ αὐτὸν, οὐ μόνον οὐκ