2
κακίας ὁδοί· ἐνεργειῶν ἐπληροῦντο πνευμάτων ἀκαθάρτων. Προαιρετικῶς αὐτὴν ἐπιδοῦσα. Τὸν γὰρ μὴ βουλόμενον θεραπευθῆναι, οὐδεὶς ἰάσεται. "Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν." ∆ιὰ τὸ προσκεῖσθαι αὐτοῖς. "Ἀνδριοῦμαι." Ἐμαυτῇ ἀρκῶ εἰς βοήθειαν, οὐ δέομαι τοῦ Θεοῦ, ἢ τοῦτο λέγει, ὅτι πρὸς ὃ ἐνουθετεῖτο, ἠνδρίζετο εἰς τὴν παρακοήν. "Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ;" Μὴ οὐκ ἐδωρησάμην αὐτοῖς, φησὶ, πάντα τὰ πρὸς ζωὴν καὶ ὠφέλειαν. "Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν;" Ψυχὴ ἀφισταμένη ἀπὸ τοῦ ἀληθινοῦ Θεοῦ, οὐκ ἀνεχομένη εἶναι ἄθεος, θεοὺς ἑαυτῇ τοὺς μὴ ὄντας περιποιεῖται, ἐντεῦθεν ἑαυτῇ παράκλησιν περιποιουμένη. Οὐχ οὕτως οὖν, φησὶ, τουτέστιν οὐ δυνατὸν εἶναι ἐκ τῶν ψευδωνύμων θεῶν τῇ ψυχῇ παράκλησιν. "Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ." Οὐδὲ λάθρα, φησὶν, ἀλλ' ἐφ' ὑψηλοῦ, τουτέστιν, φανερῶς ἁμαρτάνουσιν. "Καὶ εἶπας, Ἀθῶός εἰμι." ∆έον ἐξομολογεῖσθαι τὰς ἁμαρτίας, καὶ ἀναισχυντεῖς ταύτας ἀρνούμενος; "Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε, Οὐχ ἥμαρτον." Εἰ δι' ἄλλου προφήτου προστάττει λέγειν τὰς ἁμαρτίας, ἵνα δικαιωθῇ τις, λέγει [λύει] γάρ τις διὰ τῆς ἐξομολογήσεως τὸ πταῖσμα, ἄτοπος πά 93.633 λιν ὁ λέγων· Ἀθῶός εἰμι, ἀποστραφήτω αὐτοῦ ὁ θυμὸς ἀπ' ἐμοῦ· ἐπάγει γὰρ τὸ, Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ, ἐν τῷ λέγειν σε, Οὐχ ἥμαρτον· πανταχοῦ δεῖ τὸν πταίσαντα θεραπεύειν τῇ ἐξομολογήσει τὸ ἁμάρτημα. "Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς σου." Οὕτως ἐν καταφρονήσει ἔσχες, καὶ ἀφόβως πράττεις τὰ κακὰ, ὡς καὶ τοῖς φθάσασι ἕτερα προστιθέναι. "Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου." Σχῆμα τοῦτο πενθικόν. ΚΕΦΑΛ. Γʹ. "Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς." Ἢ ψευδοδιδασκάλοις, ἢ καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν, [λέγει]. "Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγόν." Εἰ καὶ σὺ, φησὶ, μὴ ἐπεκαλέσω με, σκέπην, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, ἀλλ' ἐγὼ οὐκ ἐάσω διαμεῖναι τὰ κακὰ, ἢ χάριτί σε σώζων, ἢ σωφρονισμοῖς. "Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε." Ἀσύνθετόν φησι τὴν πρὸς ἑαυτὴν ἀνώμαλον, καὶ ἀσύμφωνον, ὅτι τοῖς χείλεσι τιμῶσα τὸν Θεὸν, τῇ καρδίᾳ ἐψεύδετο, ἢ καὶ τὴν λύσασαν τὰς πρὸς Θεὸν συνθήκας, ἢ καὶ τὴν ἄστατον, καὶ τοῖς αὐτοῖς μὴ ἐμμένουσαν. Ἔλυσα τὰ πρὸς αὐτὴν δίκαια, παραδοὺς τοῖς Βαβυλωνίοις. "Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς Βοῤῥᾶν." ∆ιὰ τὸ κατεψύχθαι αὐτῶν τὰς καρδίας, καὶ μὴ ἔχειν θέρμην πνευματικήν· ὁ γὰρ Βοῤῥᾶς ψυχρὸς ἄνεμος. "Καὶ οὐ μὴ στηρίξω πρόσωπόν μου ἐφ' ἡμᾶς." Οὐκ ἐπιμόνως χρήσομαι τῇ καθ' ἡμῶν ὀργῇ. "Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς." Ἐκ δύο σύγκειται ὁ ἄνθρωπος, ἐκ ψυχῆς, καὶ σώματος· ὅταν οὖν σώζῃ τὸ τῆς ψυχῆς ἰδίωμα, καὶ μὴ ὁλοτρόπως γέγονε σὰρξ, ὁ εἷς δύο νοεῖται· ὅταν δὲ ὁλοσχερῶς ἀποκλίνας εἰς τὰ πονηρὰ, ὅλος γένηται σάρκινος, δικαίως εἷς λέγεται. Φησὶ γοῦν ὅτι Καὶ τοὺς ὁλοτρόπως ἁμαρτήσαντας, καὶ τοὺς μήπω τοῦτο πεπονθότας διὰ τῆς χάριτος εἰς σωτηρίαν καλῶ· ἢ οὕτως· Εἷς ἐκ πόλεως ἐκλήθη, ὁ Παῦλος ἐκ τῆς Βενιαμεὶν φυλῆς, δύο δὲ ἐκ πατριᾶς, οἱ κατὰ συζυγίαν κληθέντες ἀπόστολοι. "Καὶ εἰσάξω ὑμᾶς εἰς Σιών." Εἰς Σιὼν, τὴν Ἐκκλησίαν. "∆ώσω ὑμῖν ποιμένας." Τοὺς τῶν Ἐκκλησιῶν ἡγουμένους. "Καλέσουσι τὴν Ἱερουσαλὴμ, θρόνον Κυρίου." ∆ιὰ τὸ ἐπαναπαύεσθαι ἐν τῇ Ἐκκλησίᾳ τὸ ἅγιον Πνεῦμα· αἰνίττεται δὲ ἐν τούτοις τοῖς ῥητοῖς, καὶ τὴν ἄνω Ἱερουσαλήμ. "Τάξω σε εἰς τέκνα." Ἢ τῷ προφήτῃ τὴν υἱοθεσίαν ἐπήγγελται [ἄλ. ἀπαγγέλλεται], ἢ καὶ παντὶ τῷ σωζομένῳ λαῷ. "Υἱοὶ ἐπιστράφητε ἐπιστρέφοντες." Οἲ μέλλετε πρὸς ἐπιστροφήν. 93.636 "Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί." Αἱ ἐν τοῖς ὅρεσι μαντεῖαι, ἢ καὶ ὁ ὄγκος τῆς ἁμαρτίας. "Τὰ πρόβατα αὐτῶν." Πρόβατα, ἐκεῖνα περὶ ἂ ἐνδιαθέτως εἶχον. "Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν." Κοίμησιν τὴν ἀνάπαυσιν λέγει· ∆οκοῦντες οὖν, φησὶν, ἀναπαύεσθαι ἐπὶ τοῖς τῆς ἁμαρτίας ἔργοις, αἰσχύνης ἐπληρούμεθα. ΚΕΦΑΛ. ∆ʹ. "Ἐὰν μὴ ἐπιστραφῇ Ἰσραήλ." Ἐὰν ἐπὶ ὅληςκαρδίας μὴ μετανοήσῃ. "Καὶ ὀμόσῃ."