1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

12

ἔσται ὡς ἡ ἀγριομυρίκη." Τοῦτο τὸ φυτὸν καὶ ἐν τῷ ζῇν ἡμιθανές ἐστι καὶ κεκαυμένον· λέγεται δὲ ἀποθνήσκειν, ὅταν ὑετὸς ἔλθῃ ἐπ' αὐτῷ. Ὁ μὴ πιστεύων ὅτι Θεός ἐστιν ἐνανθρωπήσας ὁ Χριστὸς, τῶν τῆς παρουσίας αὐτοῦ ἀγαθῶν οὐκ ἀπολαύσει. "Καὶ κατασκηνώσει." Ἅλιμα βοτάνη ἐστὶν, εἶτα πολλῶν. "Καὶ οὐ φοβηθήσεται." Ἐν καιρῷ πειρασμοῦ, φησίν. "Καὶ ἔσται." Εὐθαλεῖς καρποὶ τῆς ἀρετῆς, περισκέποντες αὐτὸν ἐν τοῖς πειρασμοῖς. "Ἐν ἐνιαυτῷ." Ὁ ἐνιαυτὸς κύκλος ἐστίν· ἐν καιρῷ οὖν, φησὶ, καθολικοῦ πειρασμοῦ οὐ φοβηθήσεται. "Βαθεῖα ἡ καρδία." Τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον βαθύ ἐστι, καὶ ἀκατάληπτον. Καὶ γὰρ μετὰ τοῦ εἶναι Θεὸς, ἄνθρωπος γέγονε. Τίς οὖν γνώσεται, φησὶν, ἢ τὴν ἐκ Πατρὸς αὐτοῦ γέννησιν, ἢ τὴν μετὰ σαρκὸς ἄφραστον οἰκονομίαν; "Ἐφώνησε πέρδιξ." Ὁ πέρδιξ, ὥς φασιν, ὑπερήφανος ὢν, διὰ τῆς φωνῆς τοὺς ἀλλοτρίους προσκαλεῖται νεοττούς. Οἵτινες γνόντες ὕστερον ὅτι οὐκ εἰσὶν αὐτοῦ, καταλιμπάνουσιν αὐτόν· οὕτω καὶ οἱ ἄνθρωποι οἱ ἀπατηθέντες ὑπὸ τοῦ διαβόλου, ὅταν γνῶσι τὸν ἑαυτῶν ∆ημιουργὸν καὶ ∆εσπότην Θεὸν, ἀφίστανται ἀπ' αὐτοῦ. "Καὶ οὐκ ἐπ' ἐσχάτου." Ἐπειδὴ ἀκρίτως τῶν ἀλλοτρίων ἐπεθύμησεν, ὕστερον ἐλεγχόμενος δειχθήσεται ἄφρων. "Θρόνος." Σὺ εἶ, φησὶ, Κύριος, ὁ τὸν θρόνον τῆς δόξης ἔχων τὸν ὑψηλὸν, καὶ τὸ εἶναι ἡμῖν, καὶ τὸ διαμένειν παρέχων. "Καταισχυνθήτωσαν." Οἱ Θεοῦ ἀφεστηκότες, φησὶ, μὴ ἐν οὐρανῷ, ἀλλ' ἐν γῇ γραφήτωσαν, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. "Καὶ ἡμέραν." Ἀντὶ τοῦ, οὐδενὸς τῶν ἀνθρωπίνων. "Μὴ γενηθῇς μοι." Ἐν τῇ ἐπιπόνῳ καὶ ἐταστικῇ 93.668 τῆς κρίσεως ἡμέρᾳ μὴ ὡς ἀλλότριος καὶ ἀντίδικος ἀντικαταστῇς μοι, ὦ Κύριε, ἀλλὰ φειδόμενός μου συγχώρησόν μοι τὰ ἁμαρτήματα. "Καὶ καταισχυνθήτωσαν." Τοὺς δαίμονας καταρᾶται· οὐ γὰρ βούλεται ὁ ἅγιος ἀνθρώπους τῇ διηνεκεῖ παραδοῦναι κολάσει· ὅτι καὶ τῆς κακίας εἰσὶν ἐφευρεταὶ καὶ ἐπαναγκασταὶ τοῖς ἀνθρώποις καὶ διδάσκαλοι. "Τοῦ μὴ εἰσφέρειν." Μέτρον φανερὸν ἐβάδιζον· τὸ γὰρ εἰς μῆκος ὁδεύειν, ἔργον εἶναι ἐδόκει, καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς Πράξεσι, Σαββάτου ἔχων ὁδόν. "Καὶ ἀνάψω." Ἀσβέστου πυρὸς μνημονεύσας ὁ λόγος, εἰς θεωρίας ἡμᾶς παραπέμπει, ὅτι τὴν μὴ ἀποτιθεμένην τὰ φορτία τῆς ἁμαρτίας ψυχὴν, πῦρ αἰώνιον δέχεται. ΚΕΦΑΛ. ΙΗʹ. "Καὶ πάλιν." Τὴν διὰ τοῦ βαπτίσματος ἀνάπλασιν αἰνίττεται. "Καθὼς ἤρεσεν." Οὐ καλὸν τὴν γνώμην, ἣ κακόν. Τοῦτο γὰρ τῆς προαιρέσεως, καὶ τοῦ αὐτεξουσίου· ἀμέλει καὶ ἁμαρτάνοντες μετανοεῖν κελεύονται· ἀλλὰ τοιόνδε τὴν πλάσιν. ∆ιδασκόμεθα οὖν μὴ πολυπραγμονεῖν τοὺς ἀνεφίκτους τῆς δημιουργίας τρόπους. "Καὶ πέρας λαλήσω." Ἐὰν ἀποφαίνωμαι. "Ἰδοὺ ἐγὼ πλάσσω." Κατὰ τὰς κακώσεις τὰς τιμωρητικὰς, φησὶν, καὶ ἐπειδήπερ οἱ ἄνθρωποι οὐ πάντων τῶν ἁμαρτημάτων αὐτῶν μέμνηνται. Πλάττω, φησίν· αὐτὰ ἐπ' ὄψεσιν ὑμῶν ἄγω, ἵνα διὰ τῶν τιμωριῶν ἀναμνησθῆτε, ὧν ἡμαρτήκατε. "Καὶ εἶπαν." Ἀναιδῶς ἐφθέγξαντο λέγοντες, Ἰσχυρῶς ἐπιμενοῦμεν, οἷς πράττομεν. Σὺ λέγεις, φησὶν, ὅτι Ἀποστραφέντες ἀπὸ τῶν καλῶν ἔργων, ἠκολουθήσαμεν τοῖς φαύλοις· ὀπίσω αὐτῶν τῶν φαύλων ἀκολουθήσομεν. "Μὴ ἐκλείψωσιν." Πέτρα ὁ Χριστὸς, μαστοὶ δὲ ὁ τρόφιμος λόγος· χιὼν δὲ, ἡ τῶν ἁμαρτημάτων κάθαρσις. Νοοῦνται δὲ μαστοὶ καὶ ἡ νέα, καὶ ἡ παλαιὰ διαθήκη. Μή τι οὖν ἐνέλειψα εὖ ποιῶν αὐτοῖς, καὶ διατρέφων αὐτῶν τὰς ψυχάς; "Μὴ ἐκκλίνει." Τί δέ φησιν; Οὐκ εἰσὶν ἐν τῷδε τῷ βίῳ κλυδωνιζόμενοι, ὥσπερ ὕδωρ ὑπὸ βιαίου ἀνέμου φερόμενον; καὶ ὅμως οὔτε τὰς ἐμὰς εὐεργεσίας ἐλογίσαντο, οὔτε τοῦ παρόντος βίου τὸ ἄστατον· ἀλλ' οὕτως εἰσὶ ἐν τούτῳ τῷ βίῳ πορευόμενοι, καὶ τὴν ἀνώμαλον τοῦ βίου βαδίζοντες πορείαν ὡς νομίζοντες, ὅτι τὸν αἰῶνα ἐνταῦθα μενοῦσι. ∆ιὸ καὶ ἀσθενήσουσιν, ἐν ταῖς ὁδοῖς αὐτῶν, εἰς μάτην θυμιῶντες Θεῷ μετὰ φαύλης γνώμης. Τρίβους δὲ καὶ σχοίνους, τὸ αὐτό φησιν, ἀντὶ τοῦ, τὰς ὁδούς. "Καὶ σύριγμα." Ὅτι θαυμάζοντες ἢ χλευάζοντες οἱ ἄνθρωποι, συρίζειν πεφύκασιν. "Ὡς ἄνεμον." Πάντας ὁμοίως θλίψω. Ὁ γὰρ καύσων