1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

13

ἄνεμος ἐπίσης ἅπαντας καταφλέγει. Ἴδιον τῶν δορυαλώτων τὸ κύπτειν εἰς γῆν, ὡς 93.669 αὐχένα δεικνύναι μᾶλλον ἢ πρόσωπον. Ἢ ὅτι τῶν ἀπεστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶμεν, ὅπερ τοῦ Θεοῦ δηλοῖ τὴν ἀποστροφήν. "Ὅτι οὐκ ἀπολεῖται." Ἐβουλεύσαντο λέγοντες· Ὁ Ἱερεμίας ἱερεύς ἐστι, καὶ ἀναγκαίως οἶδε τὸν νόμον, καὶ προφήτης ὢν, οἶδε τὸ ἐσόμενον· καὶ συνετὸς ὢν οἶδε τὸ δέον. ∆εῦτε οὖν, φησὶν, ἐρεθίσωμεν αὐτὸν λόγοις, καὶ πάντως ἐρεῖ ἡμῖν τὰ ἐκβησόμενα. "Καὶ τὴν κόλασιν." Ἄλλα διὰ γλώττης προφέροντες, τὴν κατ' ἐμοῦ ἀπώλειαν κρυπτῶς ἐμηχανῶντο. ΚΕΦΑΛ. ΙΘʹ. "Ἠχήσει τὰ ὦτα αὐτοῦ." Τουτέστι θορυβηθήσεται. Ἦχος γὰρ ἐμπίπτων ἀκοαῖς θόρυβον ἐμποιεῖ. "Πολυάνδριον." Πολυάνδριον τάφος, καὶ ἐπειδὴ ἴσως κατεῤῥυηκὼς ἦν, οὕτως ἐκαλεῖτο ἡ διάπτωσις, ὁ τάφος υἱοῦ Ἐννόμ. "Καὶ σφάξω." Ἀντὶ τοῦ, τοὺς βουλευσαμένους τὴν κακὴν βουλήν. "Ἐν τῇ περιοχῇ." Ἐν τῷ περισχεῖν τοὺς πολεμίους τὴν πόλιν· τουτέστι, πολιορκῆσαι. "Καθὼς ὁ τόπος." Ἐν τοῖς διαπίπτουσι τόποις τὰς ἀκαθαρσίας ῥίπτειν πεφύκασιν. Οὕτως οὖν, φησὶ, παρασκευάσω γενέσθαι τὴν πόλιν, καὶ τὰς οἰκίας, ἐν αἷς εἰδωλολάτρουν. "Ταφέθ." Τὸ Ταφὲθ, διάπτωσις ἑρμηνεύεται, ὅθεν ἐλθὼν ὁ προφήτης τὰ αὐτὰ προλέγει κακά· ἐσκλήρυναν δὲ τὸν τράχηλον, καθάπερ τὰ ὑποζύγια ἀνανεύοντα πρὸς ζυγόν. ΚΕΦΑΛ. Κʹ. "Καὶ ἤκουσε Πασχώρ." Πασχὼρ, ἱερεὺς ἦν οὗτος, καὶ πρῶτος τῶν ψευδοπροφητῶν. "Εἰς τὸν κατάῤῥακ." Ἐν ἰδιάζοντι τόπῳ τοῦ ναοῦ. "Σὺν πᾶσι τοῖς φίλοις." Τοῖς συμπράττουσί σοι ἐν τῷ ψευδοπροφητεύειν. "Ἠπάτησάς με." Ἔτι μὲν ἀπάτην καλεῖ [ἀπάτη καλὴ] ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβολή. Ὁ δὲ Ἀκύλας· Ἔθελξάς με, καὶ ἐθέλχθην, ἐξέδωκεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑπέσχου μοι, Κύριε, ὑπερασπίζειν μου, καὶ ἐᾷς με ἐν ταῖς τοιαύταις περιστάσεσιν. Φησὶ δὲ τοῦτο, οὐ Θεὸν αἰτιούμενος, ἀλλ' ὅπερ καὶ Παῦλός φησιν, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα. Ἢ καὶ οὕτως· Ἠπατήθην, νομίζων αὐτοὺς βελτίους γενέσθαι διὰ τῶν προῤῥήσεων τῶν σῶν, καὶ οὐ γεγόνασι. "Ὅτι πικρῷ λόγῳ μου γελάσομαι ἀθεσίαν." Ἔστι γὰρ γέλως πικρὸς, ὑπὸ συνοχῆς ψυχῆς ἐκφερόμενος. Καὶ διὰ τοῦ γέλωτος τούτου, φησὶν, ὑποδείκνυμι, ὅτι ταλαιπωρῶ ὑπ' αὐτῶν. "Οὐ μὴ λαλήσω ἔτι." ∆ιὰ τὸ μηδένα εἶναι τὸν πειθόμενον. "Καὶ ἐγένετο ὡς πῦρ." Ὁ ὑπὲρ τοῦ Θεοῦ ζῆλος. "Ἐπισυστῆτε." Ταῦτα ἔλεγον οἱ ἐπιβουλεύοντες τῷ προφήτῃ, ὅτι Τηρήσατε αὐτοῦ πάντας τοὺς λό 93.672 γους, εἰ σύμφωνοί εἰσιν· ἵνα ἐὰν εὑρεθῇ κατά τι αὐτῷ ἐναντιούμενος, ἀνέλωσι αὐτὸν ὡς ψεύστην. "∆ιὰ τοῦτο ἐδίωξαν." Ὅτι Θεὸς μετ' ἐμοῦ ἐστι, καὶ ὅτι ἀτιμίας ἄξια πράττουσιν. "Ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου." Ὡς ὀλιγωρῶν ἐπὶ τὰ ἀνυπόστατα καὶ ἤδη παρῳχηκότα, τὰ μὴ δυνάμενα κατάραν δέξασθαι ἐκφέρει τοὺς λόγους· ἵνα δείξῃ μόνον τὴν συμβᾶσαν αὐτῷ περίστασιν. "Ἐπικατάρατος." Φασὶν τὸν Ἰοῦλον ἐν οἰκείοις συγγράμμασιν εἰρηκέναι, ὡς Ἀνανίας ὁ ψευδοπροφήτης αὐτὸς πρῶτος εἶπε τῷ Χελκίᾳ τῷ πατρὶ τοῦ Ἱερεμίου, ὅτι ἐτέχθη αὐτῷ παιδίον ἄῤῥεν. Ἐνδίκως οὖν αὐτῷ καταρᾶται ὡς αἴτιον τῷ λαῷ γενόμενον ἀπωλείας. Πρὸς διάνοιαν δὲ οὕτω νοήσῃς· Ἄνθρωπον ἡ Γραφὴ πολλαχοῦ τὸν διάβολον καλεῖ. Ἐπικατάρατος οὖν, φησὶν, ἔστω ὁ διάβολος, ὃς εἴρηκεν τῷ Πατρὶ ἡμῶν τῷ Θεῷ, Ἰδοὺ ἄρσεν ἐστὶν ὁ ἄνθρωπος, τουτέστιν ἀνδρεῖος· δὸς ἵνα πειράσω αὐτόν. "Ἀκουσάτω κραῦγος." Πρὸς μὲν τὸ ῥητὸν, ταχύ· πρὸς δὲ διάνοιαν, Πτοηθείη, φησὶν, ὁ διάβολος ἐν τῇ ἐπιφανείᾳ, καὶ ἐν τῇ ἀνατολῇ τοῦ ἀληθινοῦ ἡλίου Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. "Καὶ ἀλαλαγμοῦ." Πρὸς μὲν τὸ ῥητὸν, Ἔτι, φησὶν, εὐθυνούμενος ὁ Ἀνανίας ἀκούσει τῆς φωνῆς τῶν πολεμίων· πρὸς δὲ διάνοιαν, Ἐν μεσημβρίᾳ σταυροῦται ὁ Κύριος· ὅτε καὶ τελείως ἡττήθη ὁ διάβολος· ἀλαλαγμὸς γὰρ, βοὴ κατὰ πεπτωκότων πολεμίων. "Ὅτι οὐκ ἀπέκτεινέ με." Τοῦτο ποιεῖν Ἀνανίας οὐκ ἠδύνατο· ὡς δικαιότερον εἰς θεωρίαν ἰδεῖν. Φησὶν οὖν, ὅτι Οὐκ ἀνέκοψε τὴν ὁρμὴν τῆς προαιρέσεως, πρὶν τὴν ἐπὶ τὸ φαῦλον δέξασθαι τροπὴν, φανερώσας μοι τὴν κακίαν τῆς ἁμαρτίας, καὶ μὴ μετὰ δικαιωμάτων καὶ ἐπικρύψεως