1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

18

αἰσθητὴν Ἱερουσαλὴμ, τὴν Ἐκκλησίαν νόει. "Ὅτι ἔστιν ἡμέρα." Τοῦτο σημεῖον οἰκήσεως. Ὅτι δέδωκε, φησὶν, ὁ Θεὸς καιρὸν μετανοίας, ἐν ᾧ ἀπολογούμενοι κληθήσεσθε εἰς σωτηρίαν. "Ἐν ὄρεσιν Ἐφραίμ." Τὸν κατὰ χάριν φησί. ∆ιαφόρως δὲ ἡ Γραφὴ καλεῖ τοῦτον τὸν λαόν. ∆ιὸ καὶ Ἐφραὶμ, ἐκ τῶν πολλῶν φυλῶν· ἐκ πάντων γάρ εἰσιν οἱ σωζόμενοι. "Ἀνάστητε καὶ ἀνάβητε." ∆ιεγέρθητε, φησὶν, ἐκ τῶν γηΐνων φρονημάτων, καὶ ἀνέλθετε εἰς τὰ οὐράνια, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι. "Ἰδοὺ ἐγὼ ἄγω." Γαυριάσατε, φησὶ, πατοῦντες ἐπὶ τὰς κεφαλὰς τῶν ἐθνῶν. Ἰδοὺ γὰρ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, εἶπεν ὁ Κύριος. Τοὺς ἐξ ἐθνῶν φησι, καὶ τοὺς ἐξ Ἰσραὴλ τοὺς εἰς πάντα τὰ ἔθνη διεσπαρμένους, ὕστερον δὲ καὶ αὐτοὺς τευξομένους σωτηρίας. "Ἐν ἑορτῇ Φασέκ." Φασὲκ, ἀφέσεως ἑρμηνεύεται. Φησὶν οὖν ὅτι ἐν τῇ Χριστοῦ ἀφέσει τῶν ἁμαρτημάτων σωθήσονται. "Ἐν κλαυθμῷ." Ὅτι ἁμαρτία, κλαυθμοῦ αἰτία, ἡ δὲ ἐπιστροφὴ σωτηρίας καὶ παρακλήσεως. 93.688 "Αὐλίζων ἐπὶ διώρυγας." Ἐπὶ τὰ τοῦ βαπτίσματος νάματα κατασκηνῶν αὐτούς. "Ἀκούσατε λόγον." Καὶ γὰρ διὰ Χριστοῦ ἐδιδάχθημεν λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. "Ὡς ὁ βόσκων." Ὁ λέγων Κύριος· Ἐγώ εἰμι ὁποιμὴν ὁ καλός. "Καὶ ἥξουσι." Ἐπὶ τὴν Ἐκκλησίαν, ἔνθα τὸ τίμιον σῶμα καὶ αἷμα Χριστοῦ προσφέρεται. "Καὶ κτηνῶν." Ταῦτα σημεῖα εἰρήνης. "Καὶ πρεσβύται." Αἱ Ἐκκλησίαι ἐν τῇ συναγωγῇ τῶν κατὰ Χριστὸν ἀκμαζουσῶν ψυχῶν, καὶ τῶν ἐν φρονήσει πολιῶν. "Μεθύσω." Θείων λόγων πληρώσω τοὺς ἱερεῖς, ὡς δύνασθαι εὐφραίνειν τὸν λόγον [φορτ. λαὸν] ἐν διδασκαλίᾳ. "Ὅτι ἔστι μισθός." Ἢ ὅτι ἔμμισθον τὸ ἀποθανεῖν ὑπὲρ Χριστοῦ, ἢ ὅτι ἕξεις τὸν Παῦλον πολὺν φέροντα καρπόν. "Καὶ ἐπιστρέψουσι." Ἢ οἱ τελευτήσαντες παῖδες ἀνιστάμενοι, καὶ ἐν Χριστῷ ὅντες, ἢ ὅτι ὁ Παῦλος πολλοὺς ἐξ ἐθνῶν ἐπέστρεψεν. "Μόνιμον τοῖς σοῖς τέκνοις." Καὶ ἔσται, φησὶ, διαρκὴς ὁ μισθὸς τοῖς σοῖς τέκνοις ἀνῃρημένοις, ἢ καὶ τῷ Παύλῳ. Ἀεὶ δὲ ἡ Ῥαχὴλ εἰς πρόσωπον τῆς Ἐκκλησίας ἐκλαμβάνεται, ἢν καὶ ὀδυρομένην ὁ λόγος παραμυθεῖται ἐπὶ τοῖς διωγμοῖς καὶ ταῖς ἀναιρέσεσι ταῖς διὰ Χριστόν. "Ἀκούων ἤκουσα, Ἐφραὶμ." Ἐφραὶμ, τὸν ἐξἐθνῶν λαόν φησι. "Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην." Ὡς μόσχος, φησὶ, ταῖς ἐμαῖς ἁμαρτίαις ἐντρεφόμενος οὐκ ἐδιδάχθην τὰ θεῖα λόγια. "Ἐπίστρεψόν με." Τίνα, γὰρ, φησὶ, καρπὸν ἔχετε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ἡμέρας οὖν αἰσχύνης τὰς τῆς ἁμαρτίας φησί. "Καὶ ὑπέδειξά σοι." Τοῦτο διὰ μέσου κεῖται· Ὥσπερ τὸν σωζόμενον λαὸν ἐκ τοῦ Θεοῦ· ἀντὶ τοῦ, Ἀγαθόν σε ὑπόδειγμα ποιήσω, ἵνα διὰ τοῦ σοῦ ὑποδείγματος καὶ ἄλλοι σωθῶσιν. "Στῆσον σεαυτὴν, Σιών." ∆ιανάστηθι ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀνάστηθι διὰ τοῦ τροπαίου σταυροῦ. Ἢ οὕτως· Στῆσον σεαυτήν· ἀκριβολογήθητι τὰ κατὰ σεαυτήν· πρὸς ἑαυτὴν κρίθητι, καὶ δοκίμασον σεαυτήν. "Ποίησον τιμωρίαν." ∆ιὰ τῆς ἐν Χριστῷ πίστεως καὶ τῆς μετανοίας τιμώρησαι τὰ φαῦλα, καὶ αὐτοὺς τοὺς αὐτὰ ἐνεργοῦντας δαίμονας. "∆ὸς καρδίαν." Ἀνάλαβε, φησὶ, τοῦ Κυρίου τὸν σταυρὸν ἐπὶ τῶν ὤμων. Ἄλλως· Μὴ κρύπτε τὰ φαῦλα, ἀλλὰ φανέρωσον αὐτὰ δι' ἐξομολογήσεως. Ἄλλως· Ἐπίδος αὐτὴν εἰς τὸν κάματον τῆς μετανοίας. "Ὁδὸν ᾗ ἐπορεύθης." Ἐπειδὴ πεπόρευσαι ἐπὶ τὰ φαῦλα, ὑπόστρεψον ἐπὶ τὰ ἀγαθά. "Ἀποστράφηθι." Ὑπόστρεψον εἰς τὴν ἐξ ἀρχῆς ἐπαινουμένην πολιτείαν, καὶ πένθησον ἐπὶ ταῖς προτέραις ἁμαρτίαις τὸ πένθος τὸ μακαριζόμενον. 93.689 "Ἕως πότε ἀποστρέψεις;" Μέμφεται αὐτῇ ὡς βραδυνούσῃ εἰς τὴν ὑπακοήν. "Ὅτι ἔκτισέ με Κύριος σωτηρίαν." Ἀκύλας καὶ Σύμμαχος, ὅτι ἔκτισε Κύριος καινὸν ἐν τῇ θηλείᾳ, ἐκδεδώκασιν· σαφῶς δὲ διὰ τούτων ὁ καινὸς ἄνθρωπος, ὁ σαρκωθεὶς Λόγος, ὁ ἐκ Παρθένου τεχθεὶς προκατηγγέλθη. "Ἐν σωτηρίᾳ." ∆ιὰ Χριστοῦ, φησὶν, ἐπανήξουσιν ἄνθρωποι εἰς παράδεισον, ὅθεν ἐξέπεσον. Τοιαύτην τινὰ δοξολογίαν καὶ οἱ παῖδες ἀνέπεμψαν ἐπὶ τῷ Σωτῆρι. "Εὐλογημένος Κύριος ἐπὶ δίκαιον." Ταύτην φησὶ τὴν ὑμνῳδίαν ἀναπέμψουσιν οἱ τῆς Ἐκκλησίας λαοὶ ἅμα τοῖς διδασκάλοις· καὶ εἰς ὕψος