1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

22

Ἀβδεμέλεχ. Τὴν ἀποστολικὴν οὖν διακονίαν νόει. "Ὅτι ἐπεποίθεις." Ἡ γὰρ εἰς τὸν προφήτην τιμὴ, εἰς τὸν Θεὸν ἔχει τὴν ἀναφορὰν, καὶ Θεῷ πιστεύων, τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐτίμα. ΚΕΦΑΛ. Μʹ. "Ναβουζαρδάν." Ἀρχιστράτηγος ἦν, οὗ ἐκτὸς οὐδεὶς ἀνῃρεῖτο· διὸ καὶ ἀρχιμάγειρος καλεῖται, ὡς ἐπὶ τῶν φόνων. "Ἅπαντα τὰ ἀγαθά." Ἀντὶ τοῦ, ὃ ἡδύ σοί ἐστι, τοῦτο πρᾶξον. "Καὶ ἤκουσαν." Ἐγὼ, φησὶν, ἀποκωλύω αὐτοὺς, τοῦ ἐπηρεάσαι τινὰ ὑμῶν. "Καὶ ὑμεῖς συνάγετε οἶνον." Ἀπολαύσατε τῶν τῆς εἰρήνης ἀγαθῶν, καὶ Θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τὰς ἀπαρχάς. ΚΕΦΑΛ. ΜΑʹ. "Ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας." Πενθοῦντες ἐπὶ τῇ καθαιρέσει τοῦ ναοῦ. "Ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ." Ἀντὶ τοῦ, Λάβε ὅσα ἔχομεν, καὶ μὴ ἀνέλῃς ἡμᾶς. ΚΕΦΑΛ. ΜΒʹ. "Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς." Ἀντὶ τοῦ, Ἐπληρώθη μου ἡ καθ' ὑμῶν ὀργή. "Ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα." Οἱ τῇ ἁμαρτίᾳ προστρέχοντες, νομίζουσιν ἐκφεύγειν τοῦ βίου τὰ ἐπίπονα, οὐ θέλοντες ἀκούειν πολέμους. Ἀγνοοῦσι δὲ τὴν ὕστερον αὐτοὺς καταληψομένην ὀργήν. 93.701 "Καὶ ὁ λιμός." Οὗ πολὺν ποιεῖσθε λόγον δεδοικότες αὐτόν. "Καθὼς ἔσταξεν." Ἀντὶ τοῦ, ἀφείθη. "Μὴ εἰσέλθητε." Προβλέπων τὰ ἐν τῇ καρδίᾳ τῶν Ἰουδαίων τῷ προφητικῷ πνεύματι ὁ Ἱερεμίας, πρὶν ἐκείνους ἀποκρίνασθαι, φησὶ πρὸς αὐτοὺς, ὅτι Οὐκ ἀκούσεσθε τοῦ Θεοῦ. "Ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν." Ἕτερα ἐν ταῖς διανοίαις ὑμῶν κεκρικότες, ἀπεστείλατέ με ἐρωτῆσαι Θεὸν πειράζοντες αὐτόν. ΚΕΦΑΛ. ΜΓʹ. "Ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων." Ἴσως ὑπώπτευσαν τὸν Βαροὺχ, ὡς πρότερον πεμφθέντα ὑπὸ τοῦ βασιλέως τῶν Ἰουδαίων δῶρα κομίσαι τῷ Βαβυλωνίῳ, καὶ φίλον αὐτῷ γεγενημένον. Προφασίζονται γὰρ τοῦτο εἰς τὸ παρακοῦσαι Θεοῦ. Τῇ γὰρ κακίᾳ οὐ λείπει πρόφασις. "Ἐν Τάφναις λέγων." Καὶ αὕτη βασιλικὴ πόλις τῶν Αἰγυπτίων ἐτύγχανεν. "Οὓς εἰς θάνατον." Κατ' ἐξουσίαν, φησὶν, ὃ θέλει διαπράξεται. "Ὥσπερ φθειρίζει." Ἐν τοῖς τῶν δαιμόνων ἱεροῖς. Ἀκριβῶς ἐξερευνήσει. "Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως." Ἔστιν Ἡλιούπολις, ἐν ᾗ περιφανὲς ἦν τὸ ἱερὸν, πάντων δαιμόνων καταγώγιον. ΚΕΦΑΛ. Μ∆ʹ. "Ἐφίστημι τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς εἰς κακά." Κατελθόντες οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ, πάλιν εἰδώλοις ἔθυον. Προλέγει οὖν αὐτοῖς πάλιν Θεὸς διὰ τοῦ προφήτου, ὅτι Ἀναμνήσατε ἑαυτοὺς τῶν ἐπενεχθέντων κακῶν τῇ Ἱερουσαλὴμ καὶ τῇ Ἰουδαίᾳ. "Καὶ ἵνα γένησθε εἰς κατάραν." Οἱ γὰρ ἐθνικοὶ ὀνειδίζοντές τισι, καταρώμενοι, ἔλεγον, Οὕτως γενέσθω σοι ὡς Ἰσραηλίταις. "Οὐ μὴ ἐπιστρέψωσι." Οἱ ἐν Βαβυλῶνι, καὶ οἱ σποράδην καθ' οἱουσδήποτε τόπους σωθέντες. "Θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ." Ταύτην δὲ ἴσως τὴν καλουμένην Ἀφροδίτην ὑπενόουν εἶναι, ἣν καὶ Σελήνην, καὶ Ἑκάτην ἐκάλουν οἱ βδελυροί. "Καὶ ἐπλήσθημεν ἄρτων." Ἀπὸ γυναικῶν οἱ λόγοι· οὐδὲ ἐν αὐτοῖς οὖσαι τοῖς κακοῖς, τῶν κακῶν ἐπαισθάνονται. "Καὶ ἐγενόμεθα χρηστοί." Χρηστοὺς λέγει καὶ εὐτραφεῖς τινας, καὶ εὐθηνουμένους, καὶ ἱλαρούς. "Καὶ εἶπεν Ἱερεμίας." Συμφώνως φασὶν ἅπαντες· Εἱλόμεθα τὸ θύειν εἰδώλοις. "Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι." Ἐνταῦθα φανερῶς πάντας εἰσάπαξ μετὰ τῶν ἐθνικῶν ἀπέῤῥιψεν. "Καὶ γνώσονται." Πένητες καὶ γέροντες, οὓς οὐκ ἀξιοῦσιν ἀνελεῖν οἱ πολέμιοι, ὑπολιμπάνονται δὲ ἵνα μηνυταὶ γένωνται τῶν συμφορῶν. "Οἱ καταστάντες." Οἱ ἑλόμενοι οἰκῆσαι ἐν Αἰγύπτῳ. ΚΕΦΑΛ. ΜΕʹ. "Οὕτως εἶπε Κύριος." Ὀλιγωροῦντι [πολυωροῦντι] καὶ στένοντι τῷ Βαροὺχ, φησὶ διὰ τοῦ Ἱερε 93.704 μίου ὁ Θεὸς, ὅτι Περισώσω σου τὴν ψυχὴν ἐν παντὶ τόπῳ. Μὴ ζήτει δὲ, ἄνθρωπος ὢν, ἀπαλλαγῆναι πόνων. Τοὺς νομομαθεῖς, φησὶν, εἰς πάντα σεμνὰ ἐχαρίσατο. Ἐπὶ τὴν Ἀραβίαν φεύγοντες οἱ ἀμφὶ τὸν Σεδεκίαν, εἰς τὴν νῦν καλουμένην ∆άφνην. "Καὶ σὺ ζητήσεις." Μὴ ζητήσῃς· τὰ γὰρ μεγάλα καὶ ἀξιάγαστα οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῷ μέλλοντι αἰῶνι. ΚΕΦΑΛ. Μʹ. "Ἐν Χαρμεῖς." Πόλις ἐστὶν ἡ Χαρμὶς ἐν τῇ Μεσοποταμίᾳ. "∆ιὰ τοῦτο αὐτοὶ πτοοῦνται." Ὁ προφήτης φησὶν, ὅτι οἱ παρασκευαζόμενοι εἰς πόλεμον Αἰγύπτου [ἴσ. Αἰγύπτιοι], αὐτοὶ πτοοῦνται. "Τίς