1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

15

ὧν τὰ λογικὰ τρέφονται ποίμνια. "Καὶ ἡ ἰσχὺς αὐτῶν." Οὐ τοσοῦτον, φησὶν, ἴσχυσαν, ὅσον καὶ ἐβουλεύσαντο. Ἐβούλοντο γὰρ εἰ ἠδύναντο καὶ χείρονα ποιεῖν. "Καὶ ἐν τῷ οἴκῳ μου." Ἐν γὰρ τῷ θείῳ ναῷ εἴδωλα ἀπέθεντο, ὡς καὶ Ἰεζεκιὴλ ἐθεώρησεν. "∆ιὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν." Ἐπειδὴ τοῦ φωτὸς ἔξω ἑαυτοὺς κατέστησαν, ἐν σκοτίᾳ καὶ γνόφῳ πορεύονται. "Ὅτι ματαιοῦσιν ἑαυτοῦ ὅρασιν;" Τὰς ματαίας καὶ δαιμονικὰς ὁράσεις ὡς ἀληθεῖς προσφέρουσι. "Ὅτι τίς ἔσται ἐν ὑποστήματι;" Οὐ μόνον, φησὶ, ψευδῆ προεφήτευον, ἀλλὰ καὶ διαβάλλοντες τοὺς ἀληθεῖς προφήτας, ἔλεγον· Ψεύδονται. Τίς γὰρ ἐπλησίασε τῷ Θεῷ, ἵνα καὶ ἀκούσῃ τῶν λόγων αὐτοῦ; "Καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος." Ἕως ἂν, φησὶν, ὃ προεχειρίσατο βούλευμα ὁ Θεὸς, τουτέστιν, ὃ ἠθέλησεν, εἰς ἔργον ἀγάγῃ. "Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου." Ἀντὶ τοῦ, Εἰ ἐπλησίασάν μοι· ἢ οὕτως· Εἰ τὴν ὑπόστασιν τῆς προφητείας παρ' ἐμοῦ ἔσχον, τουτέστι, εἰ παρ' ἐμοῦ ἦσαν σοφισθέντες, τὸν λαόν μου ἀπέστρεφον ἂν ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. "Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι." Ἐπειδή εἰσι καὶ ἐκ Θεοῦ ἐνύπνια, δεῖγμα πάλιν ποιεῖται τῶν ψευδῶν καὶ ἀληθινῶν ἐνυπνίων τὰ ἀποτελέσματα, ὅτι τὰ μὲν ἐκ Θεοῦ ἐνύπνια, πάντως ἀληθεύει, τὰ δὲ ἐκ δαιμόνων, οὐ πάντως. Πρὸς ἑκατέρους οὖν τοὺς προφήτας ἁρμόζει ὁ λόγος, τούς τε ἀληθεῖς, καὶ ψευδεῖς. "Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;" Ἄχυρον τροφὴ πυρὸς, τῶν ψευδοπροφητῶν ὁ λόγος· σῖτος δὲ ἀνθρώπῳ ζωτικὴν χαρίζεται δύναμιν, ὁ λόγος τοῦ ἀληθοῦς προφήτου. Ποία γὰρ κοινωνία τῷ ψεύδει πρὸς τὴν ἀλήθειαν; 93.677 "Οὐκ ἰδοὺ οἱ λόγοι." Τουτέστιν, ἐνεργεῖς καὶ δυνατοί. "Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν." Τουτέστι, νήψεως μὴ μετέχοντες. "Τί τὸ λῆμμα Κυρίου." Λῆμμα ὀργὴ μετὰ θυμοῦ, ἐκ τοῦ τὸν ἰσχυρότερον λαβόντα τὸν ἀσθενέστερον καταῤῥηγνύναι. Καλεῖται δὲ λῆμμα, καὶ ὁ χρηματισμός. "Καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον." Ἀντὶ τοῦ, τιμωρήσομαι, κεῖται. "Καὶ λῆμμα Κυρίου." Ἡ ὀργὴ, φησὶ, τῷ ἀνθρώπῳ ἐκ τοῦ αὐτῶν στόματος κατασκευάζεται· ὁ γὰρ Θεὸς ἀόργητός ἐστιν, ἐπεὶ καὶ ἀπαθής· διὰ τοῦτο κελεύει, μὴ λέγεσθαι λῆμμα Κυρίου. Οὐ γὰρ Θεὸς ὀργίζεται, ἀλλ' ἑαυτοῖς τὴν ὀργὴν κατασκευάζομεν. ΚΕΦΑΛ. Κ∆ʹ. "Ἔδειξέ μοι Κύριος δύο καλάθους." Οἰκειότερον ἐπὶ τῆς τοῦ Χριστοῦ ἐλευθερίας [ἴσ. ἐλεύσεως] νοήσεις τοῦτο. "Καὶ στηριῶ τοὺς ὀφθαλμούς." Σημείωσαι, ὅτι τὸ στηρίζειν τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ἐπὶ ἀμφοτέρων κεῖται, ἀγαθοῦ καὶ κακοῦ· καὶ γὰρ ἐν τοῖς ἀνωτέρω εἶπε· Στηριῶ τοὺς ὀφθαλμούς μου εἰς κακά. ΚΕΦΑΛ. ΚΕʹ. "Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία." Εἴκοσι καὶ τρία ἔτη, φησὶ, σπουδαίως διαμαρτύρομαι ὑμᾶς ἀπέχεσθαι τῆς εἰδωλολατρείας, καὶ οὐκ ἠκούσατε· διὸ παραδώσω ὑμᾶς τοῖς Χαλδαίοις ἑβδομήκοντα ἔτη. "Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων." Τὸ ὀρθρίζων, ἀντὶ τοῦ, μετὰ σπουδῆς· ὡς ἤδη λοιπὸν τοῦ χρόνου, τῆς ὀργῆς πλησιάζοντος. "Πατριὰν ἀπὸ Βοῤῥᾶ." Τοὺς Βαβυλωνίους. "Ὀσμὴν μύρου." Τὸν τέλειον τῆς λαμπρότητος αὐτῶν, καὶ πάσης χαρᾶς καὶ εὐημερίας ἀφανισμὸν ἐδήλωσεν. "Οὕτως εἶπε Κύριος ... λάβε τὸ ποτήριον." Τὸ ποτήριον ἐπὶ ἐκδικήσεως κεῖται. "Καὶ ἐπότισα." Ἀντὶ τοῦ πληροφορίαν ἐδεξάμην, ὅτι πάντως ἔσται αὐτοῖς ἡ τιμωρία. "Καὶ πάντα περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ." Τουτέστι, τοὺς μόρφωσιν εὐσεβείας ἔχοντας τοῖς δὲ οἰκείοις θελήμασι πορευομένους. "Καὶ πάντας τοὺς συμμίκτους." Μετὰ τὴν ἱστορίαν, τοὺς μὴ οἰκείους τῆς πίστεως νόει. "Καὶ ἔσται, ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον." Ἐπειδή εἰσί τινες μὴ εὐχαρίστως δεχόμενοι τὴν θείαν παιδείαν. "Ὅτι ἐν πόλει." Τὴν πόλιν, φησὶν, ἐφ' ἣν ὠνομάσθη τὸ ὅνομά μου, ἁμαρτάνουσαν τιμωροῦμαι· πόσῳ μᾶλλον τοὺς μὴ εἰδότας με; "Ὑπὸ τοῦ οἰκητηρίου." ∆ῆλον δὲ, ὅτι τοῦ οὐρανοῦ. "Ἐπὶ τοῦ τόπου." Ἐν τῷ τόπῳ ἑαυτοῦ, ᾧ χρηματίζει. Οἱ ἄξιοι, φησὶ, τοῦ σώζεσθαι, οἷς ἂν χρηματίσῃ Θεὸς, ἀποκριθήσονται, παρακαλοῦντες ἐνδο 93.680 θῆναι αὐτοῖς, ἕως ὅτε τελείως καρποφορήσωσι· τρυγῶντας γάρ φησι τοὺς καρποφοροῦντας. "Ἥκει ὄλεθρος." Οὐ γὰρ