1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

27

πιστεύσαντες. "Καὶ βασιλεῖς πολλοί." Ἔθνος γάρ εἰσιν ἄγιον, βασίλειον ἱεράτευμα· ταῦτα δὲ ἑνοῖ μετὰ τὴν ἱστορίαν. Ὁ ἐν τῷ Ἰορδάνῃ βαπτιζόμενος λαός. Ὁ τὴν νοητὴν Βαβυλῶνα καταπολεμῶν. "Εἰς Γαιθάμ." Γαιθὰμ τόπος τοῦ Ἰορδάνου, ἐν ᾧ πολλοὶ λέοντες. "Ὅτι ταχέως ἐκδιώξω αὐτούς." Τοὺς Χαλδαίους ἐκ τῆς Βαβυλῶνος. "Καὶ τίς οὗτος ποιμήν." Τοῦ γὰρ ἀγαθοῦ ποιμένος ἐξαιρουμένου ἡμᾶς, οὐδὲν ἡμῖν ποιεῖν δύναται ὁ πολέμιος. "Ἐὰν μὴ διαφανισθῇ νομὴ ἀπ' αὐτῶν." Ἀντὶ τοῦ, φίλτατα τέκνα· δεῖγμα δὲ τοῦτο πικρᾶς αἰχμαλωσίας. ΚΕΦ. ΝΑʹ. "Ἄνεμον καύσωνα διαφθείροντα." Μετὰ τὴν ἱστορίαν νόει τοὺς ὑπὸ τοῦ ἁγίου Πνεύματος βοηθουμένους, τοὺς ξηραίνοντας καὶ διαφθείροντας τῆς κακίας τὰ ῥεύματα. "Καὶ μὴ φείσεσθε." Ἀντὶ τοῦ, μὴ πτοηθῆτε τὴν ἀπειλὴν τῶν δαιμόνων. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν. "Ὅτι ἡ γῆ αὐτῶν." Πλήρωμα γὰρ, φησὶ, τῆς ἀδικίας τῶν Χαλδαίων, τὸ καὶ τὰ σκεύη τὰ ἅγια καὶ ἁγίους ἄνδρας μετάγειν εἰς Βαβυλῶνα. "Φεύγετε ἐκ μέσου Βαβυλῶνος." Φεύγειν ὁ προφήτης κελεύει ἐκ μέσου τῆς Βαβυλῶνος τοὺς σωζομένους, εἴτε τῆς αἰσθητῆς, εἴτε καὶ τῆς τοῦ κόσμου συγχύσεως. "Ποτήριον χρυσοῦν Βαβυλών." Ποτήριον πολλαχοῦ παρὰ τῇ θείᾳ Γραφῇ ὠνόμασται ἡ λεγομένη ὀργὴ τοῦ Θεοῦ. Ἐπειδὴ οὖν τοὺς προσκυνοῦντας αὐτῷ Θεὸς διὰ Βαβυλωνίων ἐτιμωρεῖτο, ποτήριον μεθύσκον αὐτὴν κέκληκεν· χρυσοῦν δὲ, διὰ τὸν ἐν αὐτῇ πλοῦτον. "Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων." Προφητῶν ἡ φωνὴ εὐχαριστούντων, ὅτι ἐλυτρώθη ὁ λαὸς τῆς τε καθ' ἱστορίαν αἰχμαλωσίας, καὶ τῆς ἐκ τοῦ κόσμου συγχύσεως διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. "Κατασκηνοῦντας ἐφ' ὕδασι πολλοῖς." Τοῦ Κύρου· φασὶ δὲ ἕτεροι ∆αρείου. Καθ' ἱστορίαν, τῇ πολυπληθείᾳ τῶν ἀνδρῶν, πρὸς δὲ διάνοιαν, τοῖς τῆς καρδίας ῥεύμασιν. "Ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος." Κατὰ τῆς ἑαυτοῦ δυνάμεως. "Καὶ φθέγξονται ἐπὶ σέ." Ἀντὶ τοῦ, ὀνειδίζοντές σε. 93.720 "Κύριος ποιῶν γῆν." Ἀπὸ τῆς δημιουργίας ἀναλόγως θεωρεῖσθαι διδάσκει τὸν Θεόν. Ἐν τῷ οὐρανῷ, εἰς τὸ ἀποτελεῖν βροντάς. "Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως." Μὴ νοήσας ἀπὸ τῆς καλλονῆς τῶν κτισμάτων τὸν αὐτῶν δημιουργὸν, ἢ καὶ καθόλου. ὅτι νῦν ἐκ μέρους γινώσκομεν. "∆ιασκορπίζεις σύ μοι σκεύη πολέμου." Αἰσθητῶς μὲν, ὡς πρὸς τὴν Βαβυλῶνα ὁ λόγος· ἀληθέστερον δὲ πάντα ἐφεξῆς πρὸς τὸν Σατανᾶν εἴρηται· ὡς ἐκ τοῦ Θεοῦ. Σὺ, φησὶν, ἐπιχειρεῖς διασκορπίζειν τοὺς ἀνθρώπους τοὺς θεοσεβεῖς τοὺς δυναμένους σοι πολεμεῖν· ἐγὼ δὲ διασκορπίζω σου πᾶσαν δαιμονιώδη πληθὺν, καὶ τοὺς αὐτῶν ἐν κακίᾳ ἐπικρατεστέρους. Ἡδονὴν τὴν θηλυμανῆ, καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα. "Καὶ διασκορπιῶ ἐν σοὶ ἵππον." Τὰς φιλοδοξίας, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦντας δαίμονας. "Καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον." Τοὺς ἀγόνους εἰς ἀρετήν. "Καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα." Τὴν φιληδονίαν. "Καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα." Τοὺς τῆς ψευδωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομένοις. "Καὶ διασκορπιῶ ἐν σοὶ γεωργόν." Τοὺς τῶν εἰδώλων ἱερουργοὺς, καὶ τὰς τελετὰς αὐτῶν, καὶ τὰ εἴδωλα. "Καὶ διασκορπιῶ ἡγεμόνας." Τοὺς ἄρχοντας ἐν κακίᾳ δαίμονας. "Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸ ὄρος τὸ διεφθαρμένον." Αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν τὸν Σατανᾶν διεφθαρμένον, ὅτι εἷς καὶ αὐτὸς γεγονὼς τῶν ἀρχαγγέλων, αὐτοπροαιρέτως τῆς οἰκείας ἐξέπεσεν ἀρετῆς. "Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ." Ἐξώσω ἀπὸ τῶν πεπιστευκότων, τῶν ἁγίων λίθων, τῶν κυλιομένων ἐπὶ τῆς γῆς, ἢ καὶ ὁμωνύμως τῇ πέτρᾳ, τουτέστι Χριστῷ, καὶ οἱ πιστοὶ πέτραι ἐκλήθησαν διὰ τὴν εἰς αὐτὸν πίστιν, καὶ τὸ ἀκλόνητον τῆς πίστεως. "Καὶ δώσω σε ὡς ὅρος ἐμπεπυρισμένον." Ἀντὶ τοῦ, ἄκαρπον, ἀχρεῖον. "Καὶ οὐ μὴ λάβωσι ἀπὸ σοῦ λίθον." Οἱ στερεοὶ καὶ ἐῤῥωμένοι λίθοι εἰς τοὺς θεμελίους καταβάλλονται, καὶ εἰς γωνίας. Ἔσῃ οὖν ἀσθενὴς, φησὶ, καὶ ἀχρεῖος, καὶ ἀνωφελής. "Ἅρατε σημεῖον ἐπὶ τῆς γῆς." Τὴν σάλπιγγα σημεῖόν φησι. Κελεύει δὲ τοῦτο Θεὸς ἴσως ἀγγελικαῖς τισι δυνάμεσιν, ἐπὶ τῷ διεγεῖραι τὰς ψυχὰς τῶν μελλόντων