βασιλευόντων, καὶ ἡ ἀκαταμά χητος δύναμις τοῦ Πατρός. Ποιῆσαι ἔλεος. (I f. 133) Ἔλεος καὶ δικαιοσύνη Χριστός· ἠλεήθημεν γὰρ δι' αὐτοῦ, καὶ δεδικαιώμεθα τοὺς τῆς φαυ λότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. (A f. 12 b, ε. φ. 30, H f. 58) Ἀλλὰ γὰρ καὶ τοῦτο σκόπει, ὅτι Ὕψιστός ἐστιν ὁ Χριστὸς, οὗ προέδραμεν Ἰωάννης καὶ τῇ γεννήσει καὶ τῷ κηρύγματι· καὶ τί λοιπὸν φήσουσιν οἱ ἐλαττοῦντες αὐτοῦ τὴν θεότητα; Πῶς δὲ οὐ βούλονται συνιέναι, ὅτι τὸ, "Καὶ σὺ προφήτης Ὑψίστου κληθήσῃ," παρὰ Ζαχαρίου εἴρηται, ὡς καὶ τῶν ἄλλων προφητῶν αὐτοῦ γεγονότων, ὡς Θεοῦ δηλαδή; Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. (Ε f. 29 b) Τοῖς οὖν ἐν νόμῳ καὶ κατὰ τὴν Ἰουδαίαν λύχνος ἦν οἷα τις Χριστοῦ προβαδίζων ὁ Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προανεφώνηκεν ὁ Θεός· "Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." Προετύπου δὲ αὐτὸν καὶ ὁ νόμος, κελεύων ἄσβεστον διατηρεῖσθαι τὸν λύχνον ἐν τῇ πρώτῃ σκηνῇ· ἀλλ' οἱ Ἰουδαῖοι χρόνον βραχὺν ἐπ' αὐτῷ ἡσθέντες διά γε τὸ προσδραμεῖν αὐτοῦ τῷ βαπτίσματι, καὶ θαυμάσαι τὸν βίον, εὐθὺς κατεκοίμησαν αὐτὸν τῷ θανάτῳ, μονον ουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες· διὰ τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγε περὶ αὐτοῦ· "Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε μικρὸν ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ." Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὀδὸν εἰρήνης. (I f. 132) Ἐπλανᾶτο μὲν γὰρ ἡ ὑπ' οὐρανὸν τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύουσα, καὶ τῷ τῆς ἀμαθείας κατεμελαίνετο σκότῳ, καὶ νὺξ οἷά τις ταῖς ἁπάντων διανοίαις ἐμπίπτουσα, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὁρᾷν οὐκ ἀφίει· ἀνέτειλεν δὲ τοῖς· ἐξ Ἰσραὴλ φωτὸς καὶ ἡλίου δίκην ὁ τῶν ὅλων Κύριος.
72.484 ΚΕΦ. Β.
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, κ.τ.λ. (A f. 14 b, Ε f. 63 b, F f. 750, H f. 63 b) Χρησί μως δὲ καὶ ἀναγκαίως ἐπεσημήνατο ὁ εὐαγγελιστὴς τῆς τοῦ Σωτῆρος ἡμῶν γεννήσεως καιρόν. Ἵνα γὰρ μάθωμεν, ὡς βασιλεὺς τῶν ἐκ φυλῆς ∆αβὶδ, οὐκ ἦν παρὰ τῶν ἐξ Ἰσραὴλ, ἀλλ' οἱ παρ' αὐτοῖς ἄρχοντες ἐκλελοίπασιν, εἰκότως διαμέμνηται τῶν τοῦ Καί σαρος θεσπισμάτων, ὡς ὑπὸ σκῆπτρα λοιπὸν ἔχοντος μετὰ τῶν ἄλλων τὴν Ἰουδαίαν· οὕτω γὰρ κεκέλευκε γενέσθαι τὴν ἀπογραφήν. ∆ιὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ. (Ε f. 63 b, F f. 748 b) Ἡ μὲν οὖν τῶν ἱερῶν Εὐαγγελίων βίβλος εἰς τὸν Ἰωσὴφ τὴν γενεαλογίαν κατάγουσα, ἐκ τοῦ ∆αυιδικοῦ ἔχοντα οἴκου τὸ γένος, ἔδειξε δι' αὐτοῦ καὶ τὴν Παρθένον τοῦ ∆αβὶδ συμφυλέτιν, τοῦ θείου νόμου τὰς συζυγίας ἀπὸ φυλῆς θεσπίζοντος γίνεσθαι τῆς αὐτῆς. Ὁ δὲ τῶν οὐρανίων ὑποφήτης δογμάτων, ὁ μέγας ἀπόστολος Παῦλος, ἀναφανδὸν διασαφεῖ τὴν ἀλήθειαν, ἐξ Ἰούδα μαρτυρῶν ἀνατεῖλαι τὸν Κύριον.(Ε f. 70, F f. 754 b) Ἀλλὰ διάφοροι μὲν αἱ πρὸς ἑνότητα συνενεχθεῖσαι φύσεις τὴν ἀληθινὴν, εἷς δ' ἐξ ἀμφοῖν Θεὸς καὶ Υἱὸς, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν, Θεοτό κον τὴν ἁγίαν Παρθένον κηρύττομεν, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Ὁρῶμεν γὰρ ὅτι δύο φύσεις συνῆλθον ἀλ λήλαις καθ' ἕνωσιν ἀδιάσπαστον, ἀσυγχύτως καὶ ἀδιαιρέτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Εἰ δὲ καὶ διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα