1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

3

Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος, ἄθρει δὴ λοιπὸν τῇ διανοίᾳ 7.3.2 μόνους παῖδας Ἑβραίων ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας. οἵδε γὰρ πρῶτοι καὶ μόνοι πάντων ἀνθρώπων ἄνωθεν ἐκ πρώτης τοῦ βίου καταβολῆς λογικῇ θεωρίᾳ τὴν διάνοιαν ἀναθέντες καὶ τῇ περὶ τοῦ παντὸς φυσιολογίᾳ εὐσεβῶς ἐπιστήσαντες, πρῶτα μὲν τὰ τῶν σωμάτων στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἐξ ὧν τόδε τὸ πᾶν συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας οὐ θεούς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ' ὅσον ῥοώδης καὶ φθαρτὴ οὖσα τυγχάνει, συννοήσαντες κἄπειτα λογισάμενοι ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, εὖ καὶ σοφῶς ἡρμοσμένην ἔμπλεών τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπιγράφεσθαι τὴν αἰτίαν οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον 7.3.3 ὑπολαμβάνειν οὐδ' ἄλογον τὴν τῶν λογικῶν δημιουργόν· ἐπεὶ μηδὲ ξύλων καὶ λίθων αὐτόματός ποτ' ἂν οἰκοδομία συσταίη οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη οὐδὲ πόλεις καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχοντικῆς διατάξεως οὐδ' ἐκτὸς κυβερνήτου ναῦς οὐδὲ τὸ σμικρότατον τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου οὐδ' εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ' ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ' ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τοιαῦτα διανοηθέντες οἱ τῆς Ἑβραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων γενεσιουργὸν θεὸν ἐσεβάσθησαν.

7.4.1 δʹ. ΟΠΩΣ ΕΦΡΟΝΟΥΝ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΣΩΜΑΤΩΝ ΟΥΣΙΑΣ

Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφᾶς αὐτοὺς εἶναι συναισθόμενοι τὸ μέν τι αὐτῶν τίμιον εἶναι ἡγήσαντο τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον, τὸν κατὰ ψυχὴν νενοημένον, τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν· τοῦτο δὲ εἶναι τὸ σῶμα. καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον, τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο, 7.4.2 τοῦτο καὶ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι, ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἁπάντων κρατεῖν οὐ ῥώμῃ σώματος ὡς ἀρετῇ ψυχῆς ἐδωρήσατο τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἷα τὰ ἀπὸ γῆς βλαστήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἷα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύϊ κατηναγκασμένα, λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ, ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφεσαν· 7.4.3 ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ' ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν θεῖόν τε καὶ ἐπιστημονικόν, ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον, 7.4.4 μόνον διὰ σπουδῆς ἔσχον. εἶτα μηδ' ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο, ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώ7.4.5 ματος καὶ τῶν τούτοις ἀναγκαίων μόνος αὐτὸς ἀνῆπται τὴν αἰτίαν. τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ