τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ, τοῦτ' ἦν ὅτι ταῖς νεκρικαῖς θημωνίαις καὶ ἀλόγων ζῴων σώρευμα παρετέθειτο. Ἀχωρήτου γὰρ ὄντος μιᾷ πύλῃ τοῦ συνερρευκότος ἄνω λαοῦ καὶ βιαζομένων μὲν παραβύεσθαι ὥστε σῴζεσθαι, μὴ ἐχόντων δὲ παραδύεσθαι ἑκάστων, τῶν τε πεζῶν τῶν τε καθ' ἵππους, ὁ κατόπιν θέων βαρὺς ὄχλος τὸν προάγοντα καὶ τῇ ἐπιπτώσει πάσχων ἐκεῖνος τὸ ὅμοιον ὑπὸ τῶν ὀπισθαίτερον ἐγκειμένων, οὐδ' αὐτῶν ἀπηλλαγμένων τοῦ καθ' εἱρμὸν οὕτω πάσχειν, εἰς κολωνὸν θανατουμένων ἐκορύφου τὸ σύμπτωμα, πάντων ὁμοῦ πεφυρμένων, ἀνθρώπων, ἵππων, ἡμιόνων, ὄνων, οἷς ἐπισεσαγμένα ἦσαν τὰ τοῖς πολλοῖς ἀναγκαῖα. Καὶ βουνὸς ἐκεῖνος τοιοῦτος ἀντανίστατο τῷ τῆς πόλεως ἐκεῖσε πυργώματι, μικροῦ παρεοικὼς τοῖς ἐγειρομένοις πρὸ τειχέων χώμασιν, ἃ δὴ καὶ αὐτὰ σκευωρεῖ ποτε πόλεμος. Καὶ ταῦτα μὲν πρὸς τῇ πύλῃ τῆς ἀκροπόλεως, τῇ γε προφαινομένῃ. Οὓς δὲ συνέσχε καὶ ἡ ἐνδοτέρω, ὅτε ὁ ἀχρεῖος αὐτὴν ἀκαίρως κατήραξε στρατηγός, παρεισφθαρεὶς ἐν τῷ φεύγειν, ἄλλη τραγῳδία οὗτοι καινότροπος. Ὥσπερ γὰρ μὴ ἀρκούντων τῶν ἄλλως πεπτωκότων, προσεπηύξησε τὸ κακὸν ἐκεῖνος, ὁ μικρὸς μὲν τὰ καλά, μέγας δὲ τὴν πονηρίαν, καὶ οἷόν τινα κορωνίδα καὶ αὐτὸς τῷ δυστυχήματι ἐκεφαλαιώσατο, οὐκ ἀνασχόμενος μὴ καὶ αὐτόχειρι φόνῳ προσεπιβλάψαι οὓς δυσβουλίαις κατεστρατήγησε, μάλιστα δ', εἰπεῖν τἀληθές, ταῖς εἰς μάχην καὶ φυλακὴν καθυφέσεσιν, ὡς ὁ λόγος προβαίνων ἐκφανῶς διαγράψεται, ὡς ἄν, οἶμαι, τοὺς πολεμίους πρὸς ἑαυτοῦ ποιησά 10 μενος ἐκμειλίξαιτο, εἴ γε καὶ πόλιν τοσαύτην ἀφῆκεν οὕτω πεσεῖν καὶ φόνων δὲ γέγονεν αὐτουργός, ἐπικαταθύσας καὶ αὐτὸς οὓς ἐπεμέτρησεν ὁ καιρός. Οὐ γὰρ ἄλλοις ἐπέταξε χαλασθῆναι τὴν κρυφαίαν ἐκείνην πύλην, μετέωρον ἠρμένην ἐκ μηχανῆς, ἀλλ' αὐτὸς τὸ τέχνασμα σχάσας κατὰ σπουδὴν κατήνεγκε καὶ κατὰ τῶν παρεισδυομένων συγκλείσας ἐπαγίδευσε τοὺς ὑποτρέχειν λαχόντας εἰς ὄλεθρον, σφιγκτῷ θανάτῳ μετηλλαχότας τὸ ζῆν καὶ κειμένους οἰκτρὸν θέαμα, τῷ μὲν ἡμίσει τοῦ σώματος προκύπτοντας ἐπὶ τὰ ἐντός, τῷ δὲ λοιπῷ προφαινομένους τοῖς ἐκτός, ὥστε κλαίεσθαι. Ὁ δὲ καὶ εἰς τοσοῦτον ἦν ἀνδρεῖος διολέσαι τὴν ὅλην πόλιν, ὡς ἅμα τε τοῦ πύργου γενέσθαι, ὃς ὑπερανίσταται τῶν ἐκεῖσε πυλῶν, καὶ ἅμα διὰ σχοίνου καθεῖναι εἰς τοὺς ἐπιδραμόντας πολεμίους ἑαυτόν, ἐάσαντα τοὺς ἐπὶ τοῦ πύργου στρατιώτας κενὰ μελετᾶν ὑπὲρ τοῦ ἐρύματος καὶ τὴν τρίβον αὐτοῦ καὶ τὴν σχοῖνον ταύτην ἐπαράτους ἐξιχνιάζεσθαι καὶ περιᾴδεσθαι. Ἐνταῦθα παθαινόμενος προάγομαί τι λαλῆσαι πρὸς τὸν ἄνδρα καὶ πυθέσθαι αὐτοῦ· Τί δήποτε, ὧ βέλτιστε στρατηγέ, τὴν κάτω πόλιν κατακόπτεσθαι ἀφείς, ἐγένου τῆς ἄνω μοίρας καὶ σπεύδων ἐκρύβης ἐντός, εἰ οὕτω ταχὺ ἐχρῆν σε καὶ αὐτὴν ἀφεῖναι τοῖς ἐχθροῖς ὑποχείριον; Τί δὲ μὴ τὴν ἀγεννῆ φωνήν, τὴν τοῦ ἐλεηθῆναί σε, προέκρωξας, πρὶν ἢ καὶ καταπνῖξαι τοὺς ἐν τῇ πύλῃ σχεθέντας καὶ τοὺς λοιπούς; Πῶς οὐ γελοῖον εἰσδραμεῖν τὴν ἀκρόπολιν ὡς ἄμυναν καὶ ἀναπηδῆσαι εἰς πύργον ὡς ἐπ' ἀγαθῷ τῶν ἄνω ἑστώτων καὶ αὐτίκα δράξασθαι σχοίνου καὶ θᾶττον κάτω γενέσθαι ἤπερ καδδίον ἐν ἱμονιᾷ κατὰ φρέατος; Ὦ γέλωτος τούτου, ὅτι παρατεταγμένος ὁ λαμπρὸς ἡγεμὼν πρὸ τῶν ἑῴων πυλῶν ὡς ἐπὶ μάχῃ λαμπρᾷ, εἶτα ἰδὼν ἕνα τινὰ πολέμιον ἐλαφρισθέντα καὶ ὑπερφανέντα κατὰ τῶν ἐπάλξεων, ἀνῆκε τὸν ῥυτῆρα τῷ ἵππῳ θέειν προτρέχων τοῦ παντὸς ὁμίλου τῆς στρατιᾶς καὶ συμπατήσας τοὺς παρευρημένους καὶ εἰσδραμὼν ἄνω, εἶτα καὶ βλάψας πολλοὺς διὰ πύλης, ἣν προεξεθέμεθα, τοὺς μὲν ὑπ' αὐτῆς ἐκείνης κατενεχθείσης ἐκ μετεώρου, τοὺς δὲ καὶ οἷς ἔξω συνεκλείσθησαν, ταχὺ μὲν ἀνέβη πυργομαχήσων, τάχιον δὲ κατέβη δουλωσόμενος, τοῦτο καὶ μόνον ἀνδρισάμενος, ὅτι μὴ διὰ σαργάνης ἐχαλάσθη σχολαίτερον, ἀλλὰ μικροῦ κατεπετάσθη, ὡσεὶ καὶ βοσκηματῶδες πτηνὸν ἐπὶ νομήν· οὐ γὰρ δήπου ὡσεὶ καί τι ἀετῶδες ἐπὶ ἄγραν εὐγενῆ. Καὶ οὐκ ἐχρῆν μὲν ἄνδρα, πάλαι