1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

τρίτου φωτὸς ὑποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν ἔπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογὶ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγήν, τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λέγεσθαι, κἂν παραπλησίως καίῃ καὶ φαίνῃ καὶ πάντα τὰ τοῦ πυρὸς κατεργάζηται· εἰ δὲ κωλύει οὐδὲν πῦρ εἶναι τὴν τρίτην λαμπάδα, κἂν ἐκ προλαβούσης ἀναλάμψῃ φλογός, τίς ἡ σοφία τῶν διὰ τοῦτο τὴν τοῦ ἁγίου πνεύματος ἀξίαν ἀθετεῖν εὐσεβὲς νομιζόντων, ἐπειδήπερ μετὰ πατέρα καὶ υἱὸν ἠριθμήθη παρὰ τῆς θείας φωνῆς; εἰ μὲν γὰρ λείπει τι τῶν θεοπρεπῶν νοημάτων ἐν τοῖς ἐπιθεωρουμένοις τῇ φύσει τοῦ πνεύματος, καλῶς αὐτῷ προσμαρτυροῦσι τὸ ἄδο ξον· εἰ δὲ διὰ πάντων τὸ μεγαλεῖον τῆς τοῦ ἁγίου πνεύματος ἀξίας κατανοεῖται, τί μικρολογοῦσι περὶ τὴν ὁμολογίαν τῆς δόξης; ὥσπερ ἂν εἴ τις ἄνθρωπον τινὰ λέγων εἶναι μηκέτι ἀσφαλὲς ἡγοῖτο συνομολογεῖν ἐπὶ τούτου τὸ λογικὸν ἢ θνητὸν ἢ εἴ τι ἄλλο περὶ τὸν ἄνθρωπον λέγεται καὶ διὰ τοῦτο ἀνατρέποι πάλιν ὃ ἔδωκεν· εἰ γὰρ οὐ λογικός, οὐδὲ ἄνθρωπος πάντως· εἰ δὲ τοῦτο δέδοται, πῶς τὸ συνημμένως μετὰ τοῦ ἀνθρώπου νοούμενον ἀμφιβάλλεται; οὕτω τοίνυν εἰ ἀληθεύει περὶ τοῦ πνεύματος ὁ θεῖον λέγων, οὐδὲ ὁ τίμιόν τε καὶ ἔνδοξον ἀγαθόν τε καὶ δυνατὸν εἶναι τοῦτο διοριζόμενος ψεύδεται· τῇ γὰρ τῆς θειότητος ἐννοίᾳ πάντα τὰ τοιαῦτα νοή ματα συνεισέρχεται· ὥστε ἀναγκαῖον εἶναι τῶν δύο τὸ ἕτερον, ἢ μηδὲ θεῖον λέγειν ἢ μηδὲν τῶν θεοπρεπῶν νοημάτων ὑποσπᾶν τῆς θειότητος. διὰ τοῦτο δεῖ πάντως μετ' ἀλλήλων τὰ δύο καταλαμβάνεσθαι, καὶ τὴν θείαν φύσιν μετὰ τῆς 3,1.94 προσφυοῦς ὑπολήψεως καὶ τὰς εὐσεβεῖς ἐννοίας περὶ τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν. Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖνο δοὺς τῇ δυνάμει συνωμολόγησε τὰ λειπόμενα, τὸ καὶ ἔνδοξον εἶναι καὶ δυνατὸν καὶ εἴ τι πρὸς τὸ κρεῖττον φέρει τὴν σημασίαν. οὐδὲ γὰρ φύσιν ἔχει μὴ ὁμολογεῖσθαι ταῦτα ἐπὶ τοῦ πνεύματος διὰ τὸ ἀπεμφαῖνον τῶν ἀντιδιαστελλομένων τοῖς τοι ούτοις ὀνόμασιν· ὁ γὰρ ἔνδοξον μὴ διδοὺς ἄδοξον δώσει· καὶ ὁ τὸ δυνατὸν ἀθετῶν ἐπ' αὐτοῦ τῷ ἐναντίῳ συνθήσεται· ὡσαύτως καὶ περὶ τοῦ τιμίου καὶ ἀγαθοῦ· καὶ τὰ πρὸς τὰ κρείττονα εἰ μὴ παραδέχοιτο, τὰ ἐναντία πάντως ὁμολογήσει. εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέ κεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοή μασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβοῦντες συνθήσονται καὶ ἐροῦσιν εἶναι ταῦτα, ἃ δὴ πολλάκις εἰρήκαμεν, τίμιον, δυνατόν, ἔνδοξον, ἀγαθὸν καὶ εἴ τι ἄλλο τῶν πρὸς εὐσέβειαν συντεινόντων λέγεται. ταῦτα δὲ οὐκ ἀτελῶς προσεῖναι τῷ πνεύματι οὐδὲ περιωρισμένην ἔχοντα τοῦ καλοῦ τὴν ποσό τητα, ἀλλ' ἐπὶ τὸ ἄπειρον ταῖς κλήσεσι συμβαίνοντα· οὐ γὰρ μέχρι τινὸς τίμιον, εἶτα ἄλλο τι νοεῖται παρὰ τὸ τίμιον, ἀλλ' ἀεὶ τοιοῦτον. καὶ εἰ κατόπιν τῶν αἰώνων λογίζοιο καὶ εἰ πρὸς τὸ ἐφεξῆς ἀποβλέποις, ἐν οὐδενὶ τὸ λεῖπον εἰς τιμὴν ἢ δόξαν ἢ δύναμιν ἐξευρήσεις ὡς ἢ κατὰ προσθήκην αὔξεσθαι ἢ ἐλαττοῦσθαι δι' ὑφαιρέσεως. οὐκοῦν εἰ ὅλον δι' ὅλου τέλειον, ἐν οὐδενὶ δέχεται τὴν ἐλάττωσιν. καθ' ὃ γὰρ ἂν μειωθῇ περὶ τὴν τοιαύτην ὑπόνοιαν ἡ τελειότης, κατ' ἐκεῖνο δώσει χώραν ταῖς ἀτιμοτέραις τῶν ὑπολήψεων· τὸ γὰρ μὴ τελείως τίμιον, μέρει τινὶ τοῦ ἐναντίου μετέχειν ὑπονοεῖται. εἰ δὲ τοῦτο καὶ μέχρις ἐννοίας λαβεῖν τῆς ἐσχάτης παραπληξίας ἐστί, καλῶς ἔχει πάντως ἀόριστον αὐτῷ καὶ ἀπερίγραπτον καὶ κατ' οὐδὲν μέρος ἠλαττωμένην προσμαρτυρεῖν τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα. 3,1.95

Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ υἱοῦ τὸ ἴσον διασκεψάσθω καὶ περὶ τοῦ πατρὸς ὡσαύτως. ἆρ' οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ τούτου καὶ ἐπ' ἐκείνου; πάντας οἶμαι τοὺς νοῦν ἔχοντας τοῖς εἰρημένοις συνθήσεσθαι. εἰ οὖν τελεία τοῦ πατρὸς ἡ τιμή, τελεία δὲ καὶ τοῦ υἱοῦ, προσεμαρτυρήθη δὲ καὶ τῷ ἁγίῳ πνεύματι τῆς τιμῆς τὸ τέλειον, διὰ τί νομοθετοῦσιν ἡμῖν οἱ καινοὶ δογματισταὶ μὴ